Ancient Greek · ~5 min
Page 28
Joannes Philoponus Phil., De opificio mundi 28
Not analysed yet
ἁγίων ἀγγέλων’, πῶς οἷόν τε καὶ ἀρχὴν εἶναι τῶν ὑπὸ τοῦ θεοῦ γενομένων σὺν τῷ κόσμῳ γενόμενον, καὶ πάλιν ἐν ἀρχῇ ποιῆσαι τὸν θεὸν οὐρανόν τε καὶ γῆν; δῆλον οὖν ὡς οὐρανὸς μὲν καὶ γῆ τῶν αἰσθητῶν, ἐκεῖνος δὲ τῶν ἀοράτων ἐστὶν ἀρχή, περὶ ὧν τῆς γενέσεως οὐδὲν εἴρηται Μωϋσεῖ. Ἔπειτα καὶ τὸ Θεοδώρῳ δοκοῦν παντελῶς ἐστιν ἄγραφον. εἰδέναι μέντοι αὐτὸν ἐχρῆν, ὅτι καὶ ἕτερα πολλὰ τῶν δογμάτων ἀγράφως ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πολιτεύεται ἐξ ἀκολουθίας ἑτέρων συλλελογισμένα· τὸ ἀσώματον εἶναι τὸ θεῖον, τὸ ἀσχημάτιστον, τὸ ἀδιάστατον, διὸ καὶ ἀμερὲς ὑπάρχει, τὸ ὁμοούσιον εἶναι τὴν ἁγίαν τριάδα, τὸ ἐκ τῶν τεσσάρων στοιχείων εἶναι τὰ σύνθετα σώματα, καὶ ἄλλα πλεῖστα, τοιοῦτόν ἐστι καὶ τὸ προκείμενον, ἐκ τῶν εἰρημένων ὀρθῶν. ἐννοιῶν συλλελογισμένον. ιβʹ. Ὅτι πολλὰ Θεόδωρος εἰσηγεῖται δόγματα μὴ γιγνωσκόμενα τῇ θείᾳ γραφῇ λίαν ἄτοπα καὶ ἐναντία. Εἰπάτωσαν δὲ ἡμῖν οἱ τῆς Θεοδώρου δόξης προεστῶτες ἐκ ποίας ἐδιδάχθησαν θεοπνεύστου γραφῆς, ὅτι σελήνην καὶ ἥλιον καὶ τῶν ἀστέρων ἕκαστον ἄγγελοι κινοῦσιν, ἢ ἔμπροσθεν ἕλκοντες ὑποζυγίων δίκην ἢ ἐπωθοῦντες ὄπιθεν, ὡς οἱ τὰ περιφερῆ φορτία κυλίοντες ἢ καὶ ἀμφότερα, ἢ ἐπὶ τῶν ὤμων φέροντες, ὧν τί ἂν εἴη καταγελαστότερον; ἄρ' οὐκ