Ancient Greek
Page 272
Joannes Philoponus Phil., De opificio mundi 272
Not analysed yet
Διὰ τοῦτο τοίνυν φυσικὴν αὐτοῖς τὴν σχέσιν ταύτην ἐνθεῖναι βουλόμενος ὁ θεὸς ἀρχὴν αὐτοῖς μίαν τοῦ βίου δίδωσι, τὸν πρῶτον ἄνθρωπον· καὶ οὐχ ὡς ἐπὶ τῶν ἄλλων ἑκάτερον γένος τὴν ἀρχὴν τὴν καθ' αὑτὸ γέγονεν, οὕτω καὶ ὁ ἄνθρωπος, —οὐ γὰρ ἂν εἰς στοργὴν αὐτοὺς τοσαύτην ἡ φύσις ἦγεν—ἀλλ' ὡς ἀρχικὸν καὶ δραστήριον πρῶτον ποιήσας τὸ ἄρρεν, ἐκ μιᾶς τῶν πλευρῶν αὐτοῦ τὸ θῆλυ διέπλασεν, τῷ παθητικῷ μᾶλλον καὶ ὑπηκόῳ τῆς ἑαυτοῦ κοσμούμενον ἀρχῆς. ἐκ πλευρᾶς δὲ τοῦ ἄρρενος τὸ θῆλυ γέγονεν, ὡς ἂν εἴη τῷ ἄρρενι σύγκοιτον τῶν ἑκατέρου πλευρῶν ὡς συγγενῶν ἐναρμοζομένων ἀλλήλαις· ὅθεν ἔρως τις αὐτοῖς ἐνέσπαρται φυσικὸς εἰς ὁλκήν τινα βίαιον τὰ συγγενῆ συνάπτων. ἐκ δὲ τῆς τούτων μίξεως ἡ γένεσις τῶν ἄλλων προελήλυθεν· διὸ συμπολιτεύονται καὶ συμβιοτεύουσι μόνοι τῶν ἄλλων οἱ ἄνθρωποι καὶ συντιμωροῦσιν ἀλλήλοις κατὰ γένη καὶ πόλεις καὶ ἔθνη καὶ συγγενείας καὶ οἴκους. Εὐλογώτατα οὖν τούτοις καὶ μόνοις μίαν δεδωκὼς τοῦ εἶναι τὴν ἀρχὴν ταύτην εἰς τὸ ἄρρεν διεῖλε καὶ τὸ θῆλυ· διὸ τὴν μίαν καὶ κοινὴν γένεσιν εἰπών ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν’ εὐθὺς διεῖλεν εἰς τὰ δύο γένη· ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’· ἐπὶ δὲ τῶν ἄλλων τούτου μὴ γενομένου οὐδὲ τὰ τῆς διαιρέσεως εἶχε χώραν, ἰδίαν ἑκατέρου λαβόντος γένεσιν.