Ancient Greek
Page 271
Joannes Philoponus Phil., De opificio mundi 271
Not analysed yet
ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ’ ὅμοιοι αὐτῷ γιγνόμενοι. Προφανέστατα τοίνυν ἐδείχθη, ὅτι κατὰ μόνην τὴν λογικὴν ἡμῶν οὐσίαν ἅπαντες ἄνθρωποι κατ' εἰκόνα θεοῦ καὶ καθ' ὁμοίωσιν αὐτοῦ γεγόναμεν· καὶ γὰρ τὸ ἄρχειν τῶν ζῴων κατὰ μόνην τὴν τοῦ λόγου δύναμιν ὑπάρχον ἡμῖν ἐδείξαμεν. κʹ. Διὰ τί ἐπὶ μόνων ἀνθρώπων εἴρηται τό ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’· καὶ διὰ τί ἐπὶ τούτων καὶ μόνων ἐκ τοῦ ἄρρενος καὶ τῆς πλεύρας αὐτοῦ τὸ θῆλυ γίνεται. Καὶ τοῦτο δὲ ἐν τοῖς προκειμένοις ζητεῖται, τίνος ἕνεκεν ἐπ' οὐδενὸς τῶν ἄλλων ζῴων, ἀλλ' ἐπὶ μόνων τῶν ἀνθρώπων εἴρηται τό ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’; φημὶ τοίνυν πρῶτον μέν, ὡς οὐδὲ πάντα τὰ ζῷα τὴν εἰς τὸ ἄρρεν ἔχει καὶ θῆλυ διαίρεσιν καὶ ἐκτὸς τῶν αὐτόματον ἢ ἐκ σήψεως ἐχόντων τὴν γένεσιν· ἀλλ' οὐδὲ αἱ μέλισσαι συνουσιάζουσαι ὤφθησαν καὶ ἕτερα πλεῖστα, καὶ μάλιστα τῶν ἐνύδρων· ἔπειτα οὐδὲν τῶν ἄλλων ζῴων κοινωνικὸν ἔχει τὸν βίον πρὸς τὸ ὁμόφυλον· εἰ γὰρ κατὰ ἀγέλας τινὰ κινοῦνται τούτων, ἀλλὰ μέχρι τούτου ἡ κοινωνία καὶ μόνον· τὸ δὲ λοιπὸν ἓν ἕκαστον ἑαυτῷ τὸ χρήσιμον ἐξευρίσκει τῶν ἄλλων οὐ προνοούμενον, οὐδὲ σύνοικον ἄγεται θήλειαν πλὴν ὥς φασιν ὀλίγων κομιδῇ. οἱ δὲ ἄνθρωποι μόνοι κοινωνικὸν ἔχουσι τὸν βίον ὁμωρόφιόν τε καὶ συνέστιον καὶ τὸ θῆλυ σύνοικον ἄγονται· καὶ μία σύστασις ἀμφοῖν τοῦ βίου.