Ancient Greek
Page 279
Joannes Philoponus Phil., De opificio mundi 279
Not analysed yet
οὖν καὶ ἐπὶ τοῦ Ἀδὰμ ἐκεῖνος ἐξείληφεν. ἀλλ' ἀντίκειται αὐτῷ τὸ κατὰ συνέχειαν ἐπιφερόμενον· ‘ἐνεφύσησε’ γάρ ‘αὐτῷ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν’, ὥστε ἡ διὰ τοῦ ἐμφυσήματος ἐν αὐτῷ γενομένη πνοὴ τῆς ζωῆς εἰς ψυχὴν ζῶσαν αὐτῷ γέγονεν· οὐ γὰρ ἡ τοῦ ἁγίου πνεύματος μετάληψις εἰς ψυχὴν ζῶσαν τῷ μετειληφότι γίνεται· ἀντιδιέστειλε γὰρ ὁ Παῦλος τὸν ψυχικὸν ἄνθρωπον τῷ πνευματικῷ, ψυχικὸν λέγων τὸν κατὰ μόνην τὴν ὁρμὴν τῆς ψυχῆς ζῶντα, πνευματικὸν δὲ τὸν κατὰ τοὺς νόμους πολιτευόμενον τοῦ ἁγίου πνεύματος καὶ ὑπ' ἐκείνου ἀγόμενον. ὅτι δὲ οὐ τοιοῦτος ἦν ὁ Ἀδάμ, ἡ ταχεῖα παράβασις τῆς ἐντολῆς ἔδειξε τοῦ θεοῦ. καὶ εἰ τὸ μὲν σῶμα ἔπλασεν ὁ θεὸς ἀπὸ γῆς—οὐ γὰρ δὴ καὶ τὴν λογικὴν ψυχὴν ἐκ γῆς ὑπέστησεν· ἤκουεν γὰρ ἂν καὶ αὐτή· ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ’· νυνὶ δέ ἐστιν ἄφθαρτος καὶ ἀσώματος καὶ νοητὴ καὶ χωριστὴ σωμάτων—ἡ δὲ διὰ τοῦ ἐμφυσήματος εἰσπνοὴ εἰ μὴ τὴν λογικὴν ψυχήν, ἀλλὰ τὸ πνεῦμα σημαίνοι τὸ ἅγιον, ποῦ λοιπὸν ἐν τούτοις εἴρηκε Μωϋσῆς ψυχὴν ἐνθεῖναι τὴν λογικὴν τῷ πλάσματι τοῦ ἀνθρώπου τὸν θεόν; καίτοι γε ἐπὶ τῶν ἀλόγων, ἐκ τοῦ κρείττονος τῶν ἐξ ὧν ὑπάρχουσιν αὐτὰ σημαίνων ‘ἐξαγαγέτω’ φησί ‘τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν’, τουτέστιν ἔμψυχα ζῷα· ἐπὶ δὲ τοῦ ἀνθρώπου, εἰ μὴ εἰς ψυχὴν ζῶσαν τὸ ἐμφύσημα γέγονε τῷ ἐκ γῆς διαπεπλασμένῳ, ἀλλὰ πνεύματος ἁγίου μετάδοσις ἦν, ποῦ λοιπὸν τὴν γένεσιν τῆς ἡμετέρας ψυχῆς παρέ-