Ancient Greek · ~5 min
Page 280
Joannes Philoponus Phil., De opificio mundi 280
Not analysed yet
δωκε Μωϋσῆς; ἡ γὰρ διάπλασις μόνου ἐστὶ τοῦ ἐκ γῆς ὑπάρξαντος σώματος· πῶς δ' ἂν ἔλεγεν ‘εἰς ψυχὴν ζῶσαν’ οὐχὶ δὲ μᾶλλον ‘εἰς πνευματικὸν ἄνθρωπον’; καίτοι γε οὐδ' ἄνθρωπος ἦν κυρίως ψυχὴν ἀνθρωπίνην μὴ ἔχων. Ἀναμφιλέκτως ἄρα τό ‘εἰς ψυχὴν ζῶσαν’ τῷ ἀνθρώπῳ γενέσθαι τὸ ἐμφύσημα τοῦ θεοῦ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ δι' αὐτοῦ ἐψυχῶσθαι τῇ λογικῇ ψυχῇ τὸ διαπεπλασμένον· ὡς γὰρ ἤδη εἶπον καὶ ἐν τοῖς ζῴοις ἅπασι μετὰ τὴν διάπλασιν ἡ ψύχωσις γίνεται. κεʹ. Ὅτι καὶ ἐκ τοῦ νόμου τοῦ περὶ ἐξαμβλώσεων δείκνυσι Μωϋσῆς, ὅτι μετὰ τὴν διοργάνωσιν ψυχοῦται τὰ ἔμβρυα. Τοῦτο δὲ οὐ μόνον ἐν τούτοις Μωϋσῆς, ἀλλὰ καὶ ἐν τοῖς νόμοις ἡμᾶς ἐδίδαξεν· ‘ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται, καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός, καὶ δώσει μετὰ ἀξιώματος· ἐὰν δὲ ἐξεικονισμένον, δώσει ψυχὴν ἀντὶ ψυχῆς’. σαφῶς ἄρα διὰ τούτων ὁ προφήτης ἐδίδαξεν, ὅτι μετὰ τὴν διάπλασιν ἡ τῆς ψυχῆς εἴσκρισις γίνεται. ὃ δέ τινες εἰς ἀποφυγὴν τοῦ νόμου λέγουσι, λίαν εὐφώρατον· ‘πρὸ τοῦ ἐξεικονισθῆναι’ φασίν ‘οὐκ ἀπῄτησε ψυχὴν ἀντὶ ψυχῆς, οὐχ ὡς μήπω τοῦ ἐμβρύου ψυχωθέντος, ἀλλὰ διὰ τὴν ἀδηλίαν, μήποτε τὸ κατενεχθὲν ἢ θρόμβος τις αἵματος ὑπάρχοι ἢ τὸ σαρκίον τὸ ἄγονον, ὃ καλοῦσιν ἰατροὶ