Ancient Greek · ~5 min
Page 281
Joannes Philoponus Phil., De opificio mundi 281
Not analysed yet
μύλην’· πρὸ γὰρ τῆς ἀπορίας ἔλυσε τοῦτο Μωϋσῆς εἰπών· ‘καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον’· οὔτε δὲ ἡ μύλη οὔτε ὁ θρόμβος παιδίον ἐστίν· εἰ οὖν παιδίον μὲν οἶδεν ὁ Μωϋσῆς τῆς γυναικὸς τὸ ἐξαμβλωθέν, ζημίαν δὲ κελεύει διδόναι τὸν αἴτιον, ὅσην ἂν ὁ τῆς γυναικὸς ἀνὴρ ἐπιβάλῃ καὶ ταύτην μετὰ δεήσεως καὶ ἱκετείας, οὐ μὴν ψυχὴν ἀντὶ ψυχῆς, εἰ δὲ εἴη ἐξεικονισμένον, ὡς φόνου αἴτιον ψυχὴν ἀντὶ ψυχῆς διδόναι προσέταξε, τότε ἄρα τὸ ἔμβρυον ψυχοῦσθαι βούλεται, ὅτε διαπλασθείη. καὶ τοῦτο συμπεφώνηκε τῷ μετὰ τὴν ἐκ γῆς διάπλασιν ἐμφυσῆσαι αὐτῷ τὸν θεὸν πνοὴν ζωῆς ‘εἰς ψυχὴν ζῶσαν’. ἐκ τούτου δὲ Μωϋσῆς τὸν νόμον ἐκτείνων οὐ μόνον τὸν αἴτιον τῆς ἐξαμβλώσεως ψυχὴν ἀντὶ ψυχῆς διδόναι κελεύει, ἀλλὰ καί, εἰ μόριόν τινος τοῦ ἤδη ὄντος βλάψειέ τις, ἀντιπάσχειν τὸ αὐτό, ‘ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ’ φησί ‘καὶ ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός’ καὶ ἐπὶ πάντων ὁμοίως. κϛʹ. Ὅτι αἱ ἄλλαι ἐκδόσεις ἐπὶ τὸ ἔμφυτον θερμὸν ἀπονεύειν δοκοῦσιν. Καὶ ἐκ τῶν ἄλλων δὲ ἐκδόσεων τὸ ἡμέτερον σαφέστερον δείκνυται. Ἀκύλας μὲν γάρ· ‘καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ ἀναπνοήν’. Θεοδοτίων δὲ καὶ Σύμμαχος ὁμοίως· ‘καὶ ἔπνευσεν εἰς τοὺς μυκτῆρας αὐτοῦ ἀναπνοὴν ζωῆς’. δοκοῦσι δέ μοι οὗτοι τὸ ἔμφυτον θερμὸν σημαίνειν τὸ διὰ τῆς εἰσπνοῆς τε καὶ