Ancient Greek · ~5 min
Page 285
Joannes Philoponus Phil., De opificio mundi 285
Not analysed yet
ὕδατα τῆς κακίας ἀπαλλαγεῖσαι καὶ εἰς τὴν ἄχραντον ζωὴν μεθαρμόζεσθε, ἵνα καὶ ἡ κατὰ περίστασιν δι' ὑμᾶς γενομένη τῶν σωμάτων ἀπόλοιτο φύσις καὶ τὸ πρώτιστον ἀγαθὸν πάσαις ταῖς ἀσωμάτοις οὐσίαις ἐμπολιτεύσηται’; πῶς δὲ καὶ τοῖς πατριάρχαις τοῖς πίστει καὶ βίῳ θεὸν ἀρέσασι τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ γέρας ἀρετῆς παρέχων ὁ θεὸς αὐξήσειν ἐπηγγείλατο τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ψάμμον τῆς θαλάσσης καὶ πολλῶν ἐθνῶν πατέρα ποιήσειν τὸν Ἀβραὰμ καὶ τοὺς αὐτοῦ παῖδας; καὶ τοῦτο δὲ πάλιν εἰς ἔργον ἐξῆλθεν τὸ βούλημα τοσούτων κακυνθεισῶν ψυχῶν καὶ εἰς γῆν πεσουσῶν, ἵνα μισθὸν ἀρετῆς ἐκεῖνοι λάβωσι τῶν ἐκγόνων τὸ πλῆθος, ὅπερ εὐσεβεῖς ὄντες μὴ γεγονέναι ἂν πάντως ηὔξαντο. εἰ οὖν ἄτοπα ταῦτα, ἐν εὐλογίας δὲ μέρει τῶν τε ἀνθρώπων καὶ τῶν λοιπῶν ζῴων ἁπάντων ἡ αὔξησις γέγονε καὶ πεπλήρωται ζῴων, ἐν οἷς διαιτῶνται, τῶν στοιχείων ἕκαστον, ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ, οὐκ ἄρα ἀληθὲς τὸ δι' ἔκπτωμα τῶν λογικῶν οὐσιῶν κατιέναι τὰς ψυχὰς ἐνταῦθα καὶ ἄλλας ἐν ἄλλοις ἐνδεῖσθαι σώμασι χείροσιν ἢ βελτίοσιν πρὸς τὴν ἀναλογίαν τῆς ἐπὶ κακίαν αὐτῶν πτώσεως. γʹ. Ὅτι οὐδὲ αἱ ἀπὸ τῶν θείων γραφῶν μαρτυρίαι, ἃς παράγουσι, πρὸς πίστιν τῆς ὑποθέσεως αὐτῶν εἰσιν ἱκαναί. Ἐπειδὴ δὲ καὶ μαρτυρίας πρὸς πίστιν τῆς ὑποθέσεως ταύτης ἐκ τῶν ἱερῶν γραμμάτων παρακομίζουσι,