Ancient Greek
Page 286
Joannes Philoponus Phil., De opificio mundi 286
Not analysed yet
μικρὸν παρεκβάντας μίαν ἐξ αὐτῶν, ᾗ μάλιστα θαρροῦσι, γυμνάσαι δίκαιον. ‘ὁ ἐκκλησιαστὴς τοῦτο’ φασί ‘δεικνὺς γέγραφε ταῦτα· ‘τί τὸ γεγονός; αὐτὸ τὸ γενησομένον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον· καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λαλήσει τις καὶ ἐρεῖ· ἰδὲ τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν’. εἰ οὖν ἀληθῆ ταῦτα’ φασίν, ‘οὐδεμία ἄρα ψυχὴ πρόσφατος εἰσφέρεται τῷ παντί, ἀλλ' ἤδη γενομένη ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἔμπροσθεν ἡμῶν κάτεισιν ἐνταῦθα καὶ σώμασιν ἐνδεῖται πρὸς ἀναλογίαν τῆς ἐκ τοῦ καλοῦ πρὸς τὸ χεῖρον αὐτῆς ὑφέσεως’. πρὸς τοῦτο δὲ καὶ ἡμεῖς ἀναγκαίως ἐρωτήσομεν· ἐπειδὴ τῶν ἐν τῷ κόσμῳ τὰ μέν ἐστιν εἴδη, οἷον ἄνθρωπος ἵππος, τὰ δὲ ἄτομα, οἷον Πέτρος Παῦλος καὶ ἵππων Πήγασος Ἀρίων, τίνα ἐστίν, ὧν φησιν ὁ ἐκκλησιαστὴς μηδὲν ὑπὸ τὸν ἥλιον γενέσθαι πρόσφατον; πότερον εἶδός τι καινὸν παρὰ τὰ ἤδη γενόμενα ὑπὸ θεοῦ, οἷον εἰ τύχοι κατὰ τοὺς μύθους κένταυρος ἢ σκύλλα, ἢ τῶν ἀτόμων οὐδὲν γίνεται πρόσφατον; εἰ μὲν οὖν τὸ δεύτερον, ἡ αἴσθησις τοῦ ψεύδους ἔλεγχος· καθ' ἑκάστην γὰρ ἡμέραν καὶ ἐν φυτοῖς καὶ ἐν ζῴοις καὶ ἐν μετάλλοις ἄτομα γίνεται πανταχοῦ, ἃ μὴ πρότερον γέγονεν, ἥδε ἡ συκῆ καὶ οὗτος ὁ ἵππος κἀκεῖνος ὁ βοῦς, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁμοίως· οὐδεὶς γὰρ τῶν νῦν ἀτόμων ἀνθρώπων οὔτε πρὶν γενέσθαι νῦν ἐγεγόνει πρότερον, οὔτε φθα-