Ancient Greek · ~5 min
Page 289
Joannes Philoponus Phil., De opificio mundi 289
Not analysed yet
γράφοι, οἷόν ἐστι τό ‘ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει’, τουτέστιν πρὸς ἑαυτὸν ἐπιστρέφει, οὐ κυρίως ἐπὶ τῶν ἰχθύων κεῖται. σαφέστερον δὲ πάντων ὁ Σύμμαχος εἶπε· ‘καὶ χειροῦσθε τοὺς ἰχθύας τῆς θαλάσσης’ τὸ εἶδος τῆς ἀρχῆς ἐμφαίνων· καὶ γὰρ μετὰ τὸν κατακλυσμὸν πρὸς τὸν Νῶέ φησιν ὁ θεός· ‘καὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης ὑπὸ χεῖρας ὑμῖν ἔδωκα’. ‘Καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω <πάσης> τῆς γῆς· καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως’. ΑΚΥΛΑΣ ‘καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν σὺν πᾶσαν χλόην σπερμαίνουσαν σπέρμα ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ σὺν πᾶν ξύλον, ᾧ ἐν αὐτῷ καρπὸς ξύλου σπερμαίνοντος σπέρμα ὑμῖν γενέσθαι εἰς βρῶσιν καὶ τῷ παντὶ ζῴῳ τῆς γῆς καὶ τῷ παντὶ πετηνῷ τοῦ οὐρανοῦ καὶ τῷ παντὶ κινουμένῳ ἐπὶ τῆς γῆς, ᾧ ἐν αὐτῷ ψυχὴ ζῶσα, σὺν παντὶ λαχάνῳ χλόης εἰς βρῶσιν’.