Ancient Greek
Page 290
Joannes Philoponus Phil., De opificio mundi 290
Not analysed yet
ΘΕΟΔΟΤΙΩΝ ‘καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν τὸν πάντα χόρτον σπερμαίνοντα σπέρμα τὸν ἐπὶ προσώπου πάσης τῆς γῆς· καὶ τὸ πᾶν ξύλον, ὃ ἔχει ἐν αὐτῷ καρπὸν ξύλου, σπερμάτων σπέρμα, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις καὶ πᾶσι τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς τῷ ἔχοντι ἐν αὐτῷ ψυχὴν ζωῆς, τὸν πάντα χλωρὸν χόρτον εἰς βρῶσιν’. ΣΥΜΜΑΧΟΣ ‘καὶ εἶπεν ὁ θεός· δέδωκα ὑμῖν πάντα χόρτον τὸν σπερματίζοντα σπέρμα τὸν ἐπὶ προσώπου πάσης τῆς γῆς καὶ πᾶν ξύλον, ἐν ᾧ ἐστι καρπὸς ξύλου σπερματίζοντος σπέρμα, ὑμῖν εἶναι εἰς βρῶσιν πᾶσί τε τοῖς ζῴοις τῆς γῆς καὶ πᾶσί τε τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ παντὶ κινουμένῳ ἐπὶ τῆς γῆς, ἐν ᾧ ἐστι ψυχὴ ζῶσα, πᾶν χλωρὸν χόρτου εἰς βρῶσιν’. ‘Τὸν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς’, τουτέστι μὴ ἔχοντα στέλεχος, ἀλλὰ μόνον ὑπερανέχοντα τῆς ἐπιφανείας τῆς γῆς, τὸν καθ' ἑαυτὸν σπειρόμενον καὶ γεωργούμενον, ὧν ἐστι τὰ πλεῖστα χέδροπα καὶ οὔτε θαμνώδη οὔτε δενδρώδη. καὶ τοῦτο σαφέστερον ὁ Ἀκύλας φησί ‘σὺν πᾶσαν χλόην σπερμαίνουσαν σπέρμα ἐπὶ πρόσωπον πάσης τῆς γῆς’· πρόσωπον δὲ τῆς γῆς τὴν ἐπιφάνειαν αὐτῆς ἡ γραφὴ καλεῖ· τὸ αὐτὸ καὶ Θεοδοτίων καὶ Σύμμαχος τούτοις ἐπιφέρουσι καὶ τὰ ξυλώδη, ὡς ἀπὸ αὐτῆς ἐπιφανείας ὑπερανέστηκε τῆς γῆς.