Ancient Greek
Page 292
Joannes Philoponus Phil., De opificio mundi 292
Not analysed yet
ἀνθρώποις καὶ τὰ χερσαῖα καὶ ἀέρια πάντα ἐκ τῶν ἀπὸ τῆς γῆς φυομένων τρέφεσθαι· καὶ νῦν γὰρ πολλὰ τῶν σαρκοφάγων, ὡς ἄρκτοι καὶ κύνες καὶ αἴλουροι καὶ μύες καὶ ἕτερα πλεῖστα, καὶ τὴν ἑτέραν οὐδὲν ἧττον προσίεται τροφήν. μετὰ δὲ τὸν κατακλυσμὸν τῷ Νῶε καὶ τοῖς υἱοῖς αὐτοῦ προσέταξεν ὁ θεὸς λέγων· ‘πᾶν ἑρπετὸν ὅ ἐστιν ζῶν ὑμῖν ἔστω εἰς βρῶσιν, ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα· πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε’. μήποτε οὖν ἐκεῖθεν πολλὰ καὶ τῶν ἄλλων γέγονε σαρκοφάγα. δυνατὸν δὲ καὶ ἐκ τοῦ πλείονος ἀκούεσθαι τό ‘καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετηνοῖς’· τὰ πλεῖστα γὰρ τούτων μόνως ποηφαγεῖ, ἐλάχιστα δέ ἐστι μόνως σαρκοβόρα. Τὸ δέ ‘καὶ πᾶν χλωρὸν χόρτου εἰς βρῶσιν’ τοῖς τρισὶν εἰρημένον Ἀκύλας σαφέστερον ἡρμήνευσεν εἰπών· ‘καὶ παντὶ λαχάνῳ χλόης εἰς βρῶσιν’· ἔφθη γὰρ εἰπὼν ἐν ἀρχῇ· ‘πάντα χόρτον’, δι' οὗ τὰ σπόριμα πάντα δεδήλωκεν, ὧν τὰ λαχανώδη νῦν διέκρινε. διαφέρουσι δὲ ὅτι ἐκείνων μὲν οἱ καρποὶ μόνοι εἰσὶ βρώσιμοι, τούτων δὲ πᾶν τὸ βλάστημα. ‘Καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη’.