Ancient Greek
Page 291
Joannes Philoponus Phil., De opificio mundi 291
Not analysed yet
‘Καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου’· πολλὰ γάρ ἐστι καὶ ἄκαρπα· ἀναγκαίως δὲ πάλιν τό ‘σπορίμου’ πρόσκειται· ἔστι γὰρ καρποφοροῦντα μὲν καὶ σπερματίζοντα, μὴ ὄντα δὲ πρὸς τροφὴν ἀνθρώποις ἐπιτήδεια· διὰ τοῦτο ‘σπορίμου’ προσέθηκε, τουτέστι γεωργουμένου καὶ φροντίδος γεωργικῆς ἀξιουμένου ὡς τὸν καρπὸν αὐτοῦ σπείρειν, ἵνα πλεονάζωσι κατὰ γένος ὡς πρὸς ἀπόλαυσιν ἀνθρώπων γενόμενα. ἀκριβῶς δὲ λίαν καὶ τό ‘καρπὸν σπέρματος’ εἴρηται· τὸ αὐτὸ γὰρ καὶ καρπός ἐστι καὶ σπέρμα, καρπὸς μὲν τοῦ γεννήσαντος, σπέρμα δὲ τοῦ ἐξ αὐτοῦ γενησομένου. εʹ. Ὅτι κυριωτάτη τροφὴ τῶν ἀνθρώπων μάλιστά ἐστι τὰ ἀπὸ γῆς, καὶ τῶν ἄλλων δὲ ζῴων ὁμοίως ἦν, ὕστερον δὲ τὸ σαρκοφαγεῖν ἐπιτέτακται. Ταῦτα οὖν πάντα, φησίν, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ τὰ ἑξῆς, ἃ καὶ πρόκειται· ἐξ ὧν δῆλόν ἐστιν, ὡς ἀνθρώπων μὲν κυρίως ἐστὶ τροφὴ τὰ ἐκ γῆς φυόμενα· διὸ καὶ μέχρι νῦν πολλοὶ τῆς τῶν ἐμψύχων ἀπέχονται τροφῆς. καὶ πάντα δὲ ζῷα σχεδόν, ὅσα χειροήθη ἐστὶ καὶ ἥμερα, ποηφαγοῦσι καὶ τῶν πτηνῶν τὰ πλεῖστα. εἰ δὲ καὶ τῶν χερσαίων πολλὰ καὶ τῶν πτηνῶν σαρκοφάγα μόνως ἐστὶ καὶ ποηφαγεῖ τούτων οὐδέν, ὡς γῦπες καὶ ἱέρακες καὶ ἰκτῖνοι, πῶς εἰς βρῶσιν τούτων ἁπάντων τοὺς ἐκ τῆς γῆς καρποὺς ἀφώρισεν ὁ θεός; πρὸς ὅπερ ἀπολογούμενοί φασί τινες, ὡς ἐοίκασι κατ' ἀρχὴν σὺν τοῖς