Ancient Greek · ~5 min
Page 295
Joannes Philoponus Phil., De opificio mundi 295
Not analysed yet
ζʹ. Ὅτι ὁ μὲν παρ' ἡμῖν τεχνίτης θαυμάζει πολλάκις τὸ ἴδιον ἔργου ὡς κατὰ σκοπὸν αὐτῷ γενόμενον· ὁ δὲ θεὸς οὐχ ὅτι γέγονεν οἶδεν ὅτι καλόν, ἀλλ' ὅτι προέγνω καλὸν ἐσόμενον, πεποίηκεν αὐτό· καὶ διὰ τί Μωϋσῆς μετὰ τὴν ἑκάστου γένεσιν εἶπε· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν’. Ὁ μὲν οὖν παρ' ἡμῖν τεχνίτης ἴσως ἂν θαυμάσειεν τὸ ἴδιον ἀποτέλεσμα γνοὺς ἐκ τοῦ τέλους, ὅτι μὴ τοῦ περὶ αὐτοῦ σκοποῦ διήμαρτεν· ὁ δὲ θεὸς οὐδὲν μετὰ τὸ ποιῆσαι τῆς ἐννοίας ἧς ἔσχε περὶ ἑκάστου προσείληφε. πῶς οὖν μετὰ τὸ γενέσθαι ἕκαστόν φησιν ὁ προφήτης· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν’, ᾧ μηδὲν προσγέγονεν παντελῶς ὕστερον; ἐπειδήπερ, ὡς πολλάκις εἶπον, εἰς ἐπίγνωσιν θεοῦ τοῖς ἀνθρώποις τὴν βίβλον ταύτην ἔγραψε Μωϋσῆς· διὰ τοῦ λέγειν οὖν ἐφ' ἑκάστῳ· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν’ νύττει καὶ διεγείρει τὴν ἑκάστου ψυχὴν εἰς κατανόησιν τῶν γενομένων, τί τὸ ἐν ἑκάστῳ καλὸν ὑπάρχει καὶ ἀγαθόν· οὐ γὰρ ἂν καὶ αὐτῷ τῷ θεῷ καλὸν ἐφαίνετο μὴ μεγίστην ἔχον τοῦ κάλλους ὑπερβολήν. διὸ καὶ θεῷ τὴν τούτου κρίσιν ἀνέπεμψε Μωϋσῆς· οὐ γὰρ ἀξιόχρεως εἶναι ἐδόκει ἑαυτῷ προστιθεὶς τῶν γενομένων τὸν ἔπαινον. ἐκ δὲ τῆς τοῦ θεοῦ κρίσεως, ὡς εἴη καλά, πίστιν ταῖς ψυχαῖς ἐντίθησιν ἀναμφίλεκτον τῆς ἑκάστου μεγαλειότητος καὶ τοῖς μήπω συνεωρακόσι τοὺς λόγους, δι' οὓς γέγονεν, ὡς λοιπὸν τὸ Σολομώντειον ἐκεῖνο συμβαίνειν, ἐκ μεγέθους καὶ καλλονῆς