Ancient Greek · ~4 min
Page 296
Joannes Philoponus Phil., De opificio mundi 296
Not analysed yet
κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν αὐτῶν πᾶσι θεωρεῖσθαί τε καὶ εἰς ὕμνον αὐτοῦ διεγείρεσθαι πάντας. Ἐφ' ἑκάστου τοίνυν τῶν γενομένων ὁ προφήτης εἰπών· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν’ ἐπὶ τῇ συμπληρώσει πάντων κοινὸν ἐπιφέρει μετ' ἐπιτάσεως πᾶσι τὸν ἔπαινον· ‘Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν’. ΑΚΥΛΑΣ ‘καὶ εἶδεν ὁ θεὸς σὺν πᾶν ὅσα ἐποίησεν· καὶ ἰδοὺ ἀγαθὸν σφόδρα.’ ΣΥΜΜΑΧΟΣ ‘καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν· καὶ ἦν καλὰ σφόδρα.’ ηʹ. Ὅτι εἰκότως ἐπὶ τῇ τοῦ παντὸς συμπληρώσει τοῖς ἐπιτεταμένοις ἐπαίνοις ἐχρήσατο Μωϋσῆς. Πᾶν γὰρ τὸ ἐκ μερῶν συγκείμενον ἔχει μὲν καὶ καθ' ἕκαστον τῶν μορίων αὐτοῦ τὴν ἰδίαν τελειότητα καὶ τὸ ἐπ' αὐτῇ κάλλος ἀνθοῦν, οἷον ὡς ἐπ' ἀνθρώπου χειρός, ὅταν μηδὲν ἐλλείπῃ μεγέθους ἢ σχήματος δακτύλων τε πρὸς ἀλλήλους ἀναλογίας καὶ ὅσα κοσμεῖ ταύτην ἕτερα, ὁμοίως ἐπὶ κεφαλῆς ὀφθαλμῶν θέσιν τε καὶ σχῆμα καὶ μεγέθους αὐτάρκειαν εὔχροιάν τε καὶ κίνησιν καὶ ἐνέργειαν καὶ ἐφ' ἑκάστου τῶν λοιπῶν ὁμοίως· ἀλλ' εἰ καὶ ἕκαστον καθ' αὑτὸ καλόν, ἀλλ' ἡ ἐν τῇ συνθέσει πάντων εὐαρμοστία καὶ ἡ πρὸς τὸ