Ancient Greek
Page 297
Joannes Philoponus Phil., De opificio mundi 297
Not analysed yet
ὅλον σύμπνοια καὶ συμπάθεια καὶ τὸ ἐκ πάντων ἀποτετελεσμένον τοῦ ζῴου κάλλος τοσοῦτον ὑπερβαίνει τῶν ἐπὶ μέρους καλῶν, ὅσον καὶ τὸ ὅλον τῶν μερῶν ἐστι τιμιώτερον, εἴπερ τὰ μὲν ἕνεκά του, τὸ δὲ οὗ ἕνεκα καὶ τέλος ἐστί. Τοῦτο καὶ ἐπὶ τῶν τεχνιτῶν ἐστιν ἰδεῖν, ἑκάστην χορδὴν τοῦ λυραοιδοῦ πρὸς τὴν μέλλουσαν συμφωνίαν τείνοντος καὶ ἀποπειρωμένου τοῦ ἤχου ταύτης· ἔμπειρος μὲν γὰρ τῆς μουσικῆς εὐθέως εἴσεται τὸ κάλλος αὐτῆς· ἐπειδὰν δὲ λοιπὸν ἡ ἐκ πασῶν συμφωνία φανῇ τοῖς ἀγνοοῦσι πρότερον τὴν ἑκάστης δύναμιν, τότε δὴ [τότε] τὴν ὑπερβολὴν τῆς μιᾶς ἐκ πασῶν συμφωνίας πᾶς ἄν τις ὑπερθαυμάσειε. Τοῦτο μὲν οὖν καὶ ἐπὶ τοῦ κόσμου παντὸς θεωρητέον· καλὸν μὲν γὰρ ἕκαστον τῶν αὐτοῦ μερῶν καὶ καθ' αὑτὸ θεωρούμενον, εἴτε στοιχεῖον εἴτε ζῷον εἴποις· οὐρανός τε γὰρ καλὸς καὶ ἡ ἐν ἑκάστῳ τῶν φωστήρων φαιδρότης· εἰ δὲ τὴν ἐκ τούτων ἁπάντων σύνθεσιν καὶ τάξιν καὶ τὴν πρὸς ἄλληλα σύμπνοιαν κατίδοις, καὶ πόση μὲν ἡ τῆς κινήσεως τῶν οὐρανίων τάξις, πόση δὲ ἡ ἐκ ταύτης τῶν ἐντὸς αὐτῆς χρεία καὶ σύστασις, ἥ τε τῶν στοιχείων ὁμοίως πάλιν πρὸς ἄλληλα θέσις τε καὶ τάξις, καὶ ὡς οὐδὲν μόριον αὐτῶν τῆς εἰς ἕτερον ἀνέχεται καὶ βιαζόμενον μεταθέσεως, ἀλλ' εὐθὺς ἐπὶ τὸν οἰκεῖον ὁρμᾷ τόπον, καὶ ὡς οὐδὲν τὰ λοιπὰ πλεονεκτεῖν ἀνέχεται, ἀλλ' ἐν ταῖς εἰς ἄλληλα μεταβολαῖς ἐξίσωσις ἐν τοῖς ἀντικειμένοις τοῦ πλεονάζοντος γίνεται, καὶ ὅσα περὶ τὴν ἑκάστου φύσιν καὶ τὸν ἕνα πάντων τῆς σωτηρίας τοῦ ὅλου