Ancient Greek
Page 299
Joannes Philoponus Phil., De opificio mundi 299
Not analysed yet
πάντα καὶ ἄψυχα σώματα, εἰκότως ἀντὶ τοῦ καλοῦ τὸ ἀγαθὸν Ἀκύλας εἴρηκεν ἐπ' αὐτοῦ. καὶ οἱ ἄλλοι δὲ τῷ ‘καλά’ προσῆψαν οἱ μὲν τό ‘λίαν’ οἱ δὲ τό ‘σφόδρα’, ὡς μηδεμίαν ὑπεροχὴν τῆς αὐτοῦ καλλονῆς ὑπολείπεσθαι. θʹ. Διὰ τί ἐπὶ μόνης τῆς τοῦ ἀνθρώπου κατασκευῆς οὐκ εἶπεν· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν’. Ἐπετήρησαν δέ τινες ὡς ἐφ' ἑκάστου τῶν γενομένων ὁ προφήτης εἰπών ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν’ ἐπὶ τοῦ καλλίστου πάντων τῶν ζῴων τοῦ ἀνθρώπου τοῦτο σεσίγηκε. καὶ ἔστιν ἡ αἰτία προφανής· τελευταίας γὰρ οὔσης τῆς τοῦ ἀνθρώπου γενέσεως συλλήβδην εὐθὺς ἐπήγαγε· ‘καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν’, ὥστε συμπεριείληπται τῷ ἐπαίνῳ πάντων ὁ ἄνθρωπος. καὶ ἄλλως. εἰ τῶν δι' αὐτὸν γενομένων ἕκαστον ὑπάρχει καλόν, πῶς ὁ οὗ ἕνεκα γεγόνασιν ἐκεῖνα τελικὸν αὐτῶν αἴτιον ὑπάρχων ὁ ἄνθρωπος οὐ πολλῷ μᾶλλον καλὸν ἂν εἴη; διόπερ ἐπὶ τῇ γενέσει τούτου τὸν κοινὸν πάντων ἀναπεφώνηκεν ἔπαινον. ιʹ. Πῶς λύομεν τὸ ἀπορούμενον, ὡς εἰ πάντα καλὰ λίαν, πόθεν τὰ κακά· καὶ κατὰ Μανιχαίων ἐν ἐπιδρομῇ· καὶ ὅτι τῶν ὄντων τὰ μὲν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. Ἀλλ' οὐδὲ τὸ ὑπὸ τῶν ἀσεβεστάτων Μανιχαίων θρυλούμενον φροντίδος ἄξιον· εἰ γὰρ πάντα, φασί, καλὰ λίαν, πόθεν ἐν τῷ κόσμῳ τὰ κακά; πρῶτον μὲν