Ancient Greek · ~6 min
Page 300
Joannes Philoponus Phil., De opificio mundi 300
Not analysed yet
οὖν τῇ ἀκριβείᾳ τῆς λέξεως προσεκτέον· πάντα γὰρ ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν· οὐδὲν δὲ τῶν κακῶν ἐποίησεν ὁ θεός, οὐδέ ἐστιν αὐτῶν ὑπόστασις οὐσιώδης οὐδενὸς καθ' αὑτό, ἀλλ' ἐκ τῆς ἡμετέρας παρυπέστη προαιρέσεως τὸ κακόν. ‘ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα· ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος’· καὶ ὁ κύριος· ‘δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς’. ἐν ἡμῖν οὖν τὸ ἐγγίσαι θεῷ· καὶ πρὸς τὴν Ἱερουσαλήμ· ‘Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος’· καὶ πάλιν· ‘ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται’. ὥστε διὰ τούτων δῆλον, ὅτι ἑκούσιόν ἐστι τὸ κακόν. καὶ αἱ κοιναὶ δὲ πάντων ἔννοιαι τοῦτο βοῶσι. διὰ τί γὰρ τοῖς μὲν κακοποιοῦσι τῶν οἰκετῶν ἢ τῶν υἱέων ἡμῶν ἐπιπλήττομεν, τοῖς δὲ νοσοῦσι καὶ ὑπακούειν ἡμῖν οὐ δυναμένοις οὐκέτι, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ ἐπιμελείας αὐτοὺς ἀξιοῦμεν, ἢ γιγνώσκοντες, ὅτι τὸ μὲν ἐφ' ἡμῖν, τὸ δὲ οὐκ ἐφ' ἡμῖν; εἰ γὰρ καὶ τὸ κακοποιεῖν οὐκ ἐφ' ἡμῖν ἦν, ἀλλὰ βίαιον, ἀνῄρηται τῆς ψυχῆς τὸ αὐτοκίνητον, καὶ οὔτε τὴν ἀρετὴν ἐπαινετέον