Ancient Greek · ~6 min
Page 302
Joannes Philoponus Phil., De opificio mundi 302
Not analysed yet
οὐδὲν αὐτῷ λέγοντι πιστευτέον· ‘ὁ γὰρ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὑτοῦ ἐκβάλλει τὰ πονηρὰ δόγματα’. εἰ δὲ μὴ πονηρὸς Μανιχαῖος καὶ οἱ τὰ αὐτοῦ διδάσκοντες, οὐδὲ ἡ μῖξις, ἐξ ἧς γεγόνασι, πονηρόν. εἰ δὲ πονηρὸν ἡ γένεσις διὰ τὸ συνδεῖν τῷ σώματι τὴν ψυχήν, ἀγαθὸν ἡ φθορὰ λύουσα ταύτην ἀπὸ τοῦ σώματος. μηδεὶς οὖν τοῖς φονεῦσι μεμφέσθω ἀγαθὸν ἐργαζομένοις πρᾶγμα, τὸν θάνατον, χωρίζοντα τὴν ψυχὴν ἀπὸ τοῦ σώματος· καὶ ὁ τῶν φόνων αἴτιος οὐ κακός ἐστιν, ἀλλ' ἀγαθός· εἰ δὲ τὸ φονεύειν κακόν, οὐκοῦν ἀγαθὸν ἡ γενεσιουργία καὶ ἡ μῖξις ἡ ταύτης αἰτία. κακὴ οὖν ἡ μοιχεία οὐ. διὰ τὴν μῖξιν ἁπλῶς, ἀλλ' ὅτι μὴ τῇ κατὰ νόμον, ἀλλὰ τῇ ἑτέρῳ ἐζευγμένῃ συνῆλθεν ὁ μοιχός. ὥστε μόνη ἡ προαίρεσις ἡμῶν κακῶς τῇ μίξει χρησαμένη τῆς τοῦ κακοῦ παρυποστάσεως αἰτία γέγονεν· διὸ καὶ ἐπὶ τούτῳ ποιναί. ‘τίμιος ὁ γάμος’ φησὶν ὁ Παῦλος ‘καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός’· ἀλλ' οὐδὲ ἡ προαίρεσις κακόν, ἐπεὶ καὶ ἀγαθῶν ἐστιν αἰτία αἱρουμένη τὰ κρείττω, ἀρετὴν εὐσέβειαν καὶ τὴν ἐφ' οἷς ἥμαρτε μεταμέλειαν καὶ ψυχῆς κάθαρσιν τὴν δι' ἀσκήσεως. ὁ τρόπος οὖν, οὐχ ἡ μῖξις κακόν. πάλιν οὐ διὰ τὸν φόνον κακὸς ὁ σίδηρος· ἀεὶ γὰρ ἂν κακῶν αἴτιος ἦν· νυνὶ δὲ ἀγαθοποιεῖ τὰ πλεῖστα εἰς γεωργίαν συντελῶν, εἰς οἴκων καὶ ἱματίων καὶ βιβλίων κατασκευὰς εὐσεβῶν, εἰς τομὰς ἑλκῶν καὶ θεραπείας, εἰς τὰς ἄλλας τοῦ βίου χρείας. οὐ κακὸν ἄρα καθ' αὑτὸ ὁ σίδηρος. εἰ δὲ καὶ τὰ εἰρημένα κακά, οὐκοῦν καὶ