Ancient Greek
Page 303
Joannes Philoponus Phil., De opificio mundi 303
Not analysed yet
τὸ ἐσθίειν κακὸν καὶ τὸ ἐνδεδύσθαι καὶ τὸ ὑποδεδέσθαι καὶ τὸ ἐν οἴκοις εἶναι καὶ τὸ ἰατρεύειν καὶ τὸ ἀναγινώσκειν καὶ πάντα, ὅσα διὰ σιδήρου γίνεται, πονηρά. καὶ κινδυνεύσει πάλιν τὸ φθείρεσθαι εἶναι καλὸν στερουμένους τῶν συνεχόντων ἡμῶν τὸ εἶναι. εἰ δὲ κακὸν τὸ φθείρειν, καὶ αὐτὴ ἡ φθορά· τὸ ζῆν ἄρα ἀγαθὸν καὶ ἡ γένεσις καὶ ἡ μῖξις καὶ τὰ εἰρημένα πάντα, ὅσα τῆς ζωῆς συναίτια. ἀλλ' οὐδὲ τὸ φονεύειν ἀπροσδιορίστως κακόν, ἀλλ' ἔστιν ὅτε καὶ ἀναγκαῖον· τί γὰρ εἰ τὸν πολλῶν κακῶν αἴτιον ὁ νόμος φονεύει καὶ ῥύεται ταύτῃ τοὺς ὑπ' αὐτοῦ μέλλοντας πάσχειν κακῶς καὶ τὴν ἐκείνου ψυχὴν τῶν πλειόνων ἀδικημάτων ἐλευθεροῖ; καὶ ἐπὶ ἑκάστου δὲ τῶν ἄλλων οὕτω σκοπῶν εὑρήσεις ὅτι οὐκ οὐσία τίς ἐστιν ἀφωρισμένη τοῦ κακοῦ, ἀλλ' ἡ τῶν φυσικῶν ἐνεργειῶν παράχρησις τῇ κακίᾳ παρυπόστασιν ἔδωκεν. πολλῶν δὲ ὄντων, οἷς ἄν τις ἐλέγξειε τὴν ἀσεβῆ ταύτην ὑπόθεσιν, τοῖς παροῦσι ἐν ἐπιδρομῇ λεχθεῖσιν ἀρκούμεθα. Δεδειγμένου τοίνυν ὡς τῶν ὑπὸ θεοῦ γενομένων οὐχ ὅτι μὴ κακὸν ἁπλῶς τι, ἀλλ' ὅτι τῶν καλλίστων ἕκαστον, καλῶς ἄρα Μωϋσῆς ὁ μέγας τὴν κοσμογονίαν συμπερανάμενος ‘καὶ εἶδεν ὁ θεός’ φησίν ‘πάντα ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν’. ιβʹ. Ὅτι καὶ τὸν ἐπὶ τοῖς γενομένοις ἔπαινον τοῦ θεοῦ ἐμιμήσατο Πλάτων. Καὶ Πλάτων δὲ πάλιν αὐτὸν κἀν τούτῳ μιμούμενος τὸ πᾶν τόδε ὑποστῆναι διδάξας ὑπὸ θεοῦ καὶ