Ancient Greek · ~4 min
Page 33
Joannes Philoponus Phil., De opificio mundi 33
Not analysed yet
Ἀλλὰ τοῖς θείοις μαχόμενος λογίοις δι' οἰκείων Θεόδωρος λογισμῶν Βασιλείῳ τὸ ἄγραφον ἐγκαλεῖ, προϋπάρχειν λέγοντι τῆς τῶν σωμάτων γενέσεως τὴν τῶν ἀσωμάτων καὶ λειτουργικῶν τοῦ θεοῦ δυνάμεων ὕπαρξιν. ιδʹ. Ὅτι Θεοδώρητος καίτοι Θεοδώρῳ συνηγορῶν ὅμως μηδὲν σαφὲς εἰπεῖν περὶ τῶν ἀγγέλων φησὶ τὴν γραφήν, καὶ ὡς οὐδὲν τὴν εὐσέβειαν βλάπτει κἂν τοῦ οὐρανοῦ προϋπάρχωσι. Διὸ καὶ Θεοδώρητος καίτοι γε τῷ δόγματι τούτῳ καὶ αὐτὸς ἀντειπὼν καὶ τοῖς Θεοδώρου πᾶσιν ἐπιχειρήμασι χρησάμενος, δι' ὧν ὅτι μὴ τοῦ κόσμου προϋπάρχουσιν οἱ ἄγγελοι δεικνύειν ἐκεῖνος ἔδοξεν, ὕστερον ὅμως εὐλαβέστερον διατεθεὶς τὸν λόγον οὕτω συνεπεράνατο, ἐν οἷς εἰς τὰ ζητούμενα τῆς παλαιᾶς διαθήκης ἔγραψε λέγων οὕτως· ‘ἐγὼ δὲ ταῦτα οὐκ ἀποφαινόμενος λέγω—τολμηρὸν γὰρ ἀποφαντικῶς οἶμαι λέγειν, περὶ ὧν ἡ θεία διαρρήδην οὐ λέγει γραφή—ἀλλ' ὅπερ τοῖς εὐσεβέσι λογισμοῖς ἁρμόττειν ὑπέλαβον, εἴρηκα. ἐκεῖνο μέντοι δίκαιον εἰδέναι, ὡς ἅπαντα τὰ ὄντα πλὴν τῆς ἁγίας τριάδος κτιστὴν ἔχει τὴν φύσιν. συνομολογουμένου δὲ τούτου τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ τὸ πρὸ οὐρανοῦ καὶ γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμους’.