Ancient Greek · ~6 min
Page 32
Joannes Philoponus Phil., De opificio mundi 32
Not analysed yet
τοῦ ἐν τῇ κιβωτῷ· καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἐπὶ πήχεις ἑκατὸν πεντήκοντα’. Τίνι οὐκ ἔστι τὰ προκείμενα πάσης ἐκτὸς ἀμφισβητήσεως φανερά, ὅτι πᾶσα ἦν ἡ γῆ κεκαλυμμένη τοῖς ὕδασι; πάντα γὰρ τὰ ὄρη τὰ ὑψηλά φησι τὰ ὑποκάτω τοῦ οὐρανοῦ ἐπέκρυψεν. οὐδὲν ἄρα τῶν ὑπὸ τὸν οὐρανὸν ἀνεπίκλυστον ἔμεινεν. καὶ τὸ πᾶσαν σάρκα κινουμένην ἐπὶ τῆς γῆς καὶ ὅσα ἦν ἐπὶ προσώπου τῆς γῆς ἀπολέσθαι τοῦτο αὐτὸ δηλοῖ. οὐ γὰρ μόνοι ἄνθρωποι ἦσαν ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ πᾶν εἶδος ζῴου τὴν γῆν ὑπῆρχε πεπληρωκὸς ἅπασαν. οὐ γάρ, ὡς τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ μόνῳ τὴν ἀρχὴν τέθεικεν ὁ θεός, οὕτω καὶ τὴν τῶν ζῴων πληθὺν ἐν ἑνὶ καὶ μόνῳ τίθησι τόπῳ, ἀλλ' ὡς πᾶσα τῶν ἐξ αὐτῆς φυομένων ὑπῆρχε πλήρης, οὕτω καὶ τῶν ζῴων πανταχοῦ, ὅπουπερ εἶναι ἠδύναντο. ἀλλὰ καὶ τὸ ἐπὶ πάσης τῆς γῆς ἑκατὸν πεντήκοντα πήχεις ὑψωθῆναι τὸ ὕδωρ καὶ τὸ τῶν ὑψηλοτάτων ὀρῶν ὑπερανεστηκέναι πήχεσι δέκα καὶ πέντε, ποῖον αὐτῆς γυμνὸν ὕδατος ἀπολέλοιπε μόριον; οὐ γὰρ δὴ μετέωρον ἐπὶ τεσσαράκοντα ἡμέρας εἰσήκει τὸ ὕδωρ τὰ πέριξ τῶν ἐπικλυσθέντων μορίων τῆς γῆς μὴ ἐπικλύζον. ἀλλὰ Θεόδωρος τοῖς οὕτως ἐναργέσι προφανῶς ἀντιφθέγγεται. ‘εὔδηλον’ γάρ φησιν ‘ὅτι περὶ ἐκείνης λέγει τῆς γῆς καὶ τῶν ὀρέων ἐκείνων, ἐν οἷς οἰκεῖν τοὺς τότε συνέβαινεν ἀνθρώπους, οὔπω κατὰ πάσης χεθέντας τῆς γῆς, ἐπεὶ μηδὲ τοσοῦτοι τὸν ἀριθμὸν ἦσαν τέως, ὥστε δύνασθαι πληρῶσαι τὴν γῆν’.