Ancient Greek · ~5 min
Page 35
Joannes Philoponus Phil., De opificio mundi 35
Not analysed yet
Ἰὼβ τὸν θεόν· ‘ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου’, οὔτε δὲ τοῖς πρώτοις συνυπέστησαν σῴμασιν—οὔτε γὰρ εἶπε τοῦτο Μωϋσῆς ἢ ἕτερός τις προφήτης—οὔτε ὅσιον τὰς μυριάδας τῶν ἀοράτων καὶ νοερῶν καὶ λειτουργικῶν τοῦ θεοῦ δυνάμεων συνυποστῆναι λέγειν τοῖς σώμασιν, οἷς οὐδὲ ἡ ἡμετέρα συνυπέστη ψυχὴ ὡς κεχωρισμένη τῆς τῶν σωμάτων οὐσίας καὶ ἑτεροφυής— λείπεται λοιπὸν ἐκ πάσης ἀνάγκης πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑποστῆσαι τὸν θεὸν αὐτάς. ιϛʹ. Ὅτι τῶν ἀσωμάτων οὐδὲν ἐν τόπῳ ἐστὶ καὶ πᾶν τὸ ἐν τόπῳ σῶμά ἐστι καὶ ὡς οὐδὲ τὸ σημαινόμενον τοῦ νοητοῦ καὶ ἀσωμάτου γινώσκουσιν οἱ περὶ Θεόδωρον. Τούτων οὖν ἀληθῶν ὄντων ἴδωμεν καὶ ὅσα πρὸς συνηγορίαν τοῦ συνυποστῆναι τοὺς ἀγγέλους οὐρανῷ τε καὶ γῇ κατασκευάζει Θεόδωρος ἀγράφῳ δόγματι συνηγορῶν· λέγει γὰρ οὕτω· ‘θαυμαστὸν μὲν οὖν ἔμοιγε φαίνεται τό τινας οἴεσθαι πρὸ οὐρανοῦ τε καὶ γῆς τὰς ἀοράτους καὶ λογικὰς οὐσίας ὑπὸ θεοῦ γεγονέναι, ἃς ἔνδον τε τούτων εἶναι καὶ περιγεγράφθαι ὑπ' αὐτῶν διὰ πάσης παιδευόμεθα τῆς θείας γραφῆς. ποῖος γὰρ δὴ παραδέξεται λόγος τὰ ἐντὸς πρὸ τῶν ἐκτὸς ὑπάρχειν καὶ πρὸ τῶν περιεχόντων εἶναι τὰ περιεχόμενα; ἀνάγκη δὴ ἄρα κἀκεῖνο ζητεῖν ὅπου τότε