Ancient Greek · ~5 min
Page 36
Joannes Philoponus Phil., De opificio mundi 36
Not analysed yet
ἦσαν αἱ νῦν τῷδε περιγεγραμμέναι τῷ τόπῳ’. καὶ ποῦ τῶν ἱερῶν λογίων τινός, ἵνα καί, ὡς σὺ φής, ἁπάντων ἤκουσας λεγόντων, ὅτι μέσον οὐρανοῦ καὶ γῆς περιγεγραμμέναι εἰσὶν αἱ ἀσώματοι καὶ νοεραὶ τῶν ἀγγέλων τάξεις, τὰς σὰς ὑπονοίας τῇ θείᾳ περιάπτων γραφῇ; τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἢ σώματα καὶ μεγέθη τοὺς ἀγγέλους ὑποτίθεσθαι· τὸ γὰρ ἐν τόπῳ εἶναι μόνων ἐστὶ σωμάτων, ἅπερ τριχῇ διέστηκε. καὶ γὰρ ὁ τόπος ἐστὶ διάστημα. δεδείχαμεν δὲ ὅτι μηδὲ σώματα εἰσὶν ἐκεῖναι μηδὲ ἀσωμάτοις οὔσαις ὀργανικὰ σώματα ἐξῆπται ὡς ταῖς ἡμετέραις ψυχαῖς. δι' ὅπερ οὐ καθ' αὑτὰς ἐν τόπῳ ἀλλὰ κατὰ συμβεβηκὸς εἰσὶν αἱ λογικαὶ ψυχαί, διὰ τὸ τὰ σώματα αὐτῶν, ἅπερ εἰδοποιοῦσιν, ἐν τόπῳ εἶναι, ὡς καὶ κινοῦνται κατὰ συμβεβηκὸς τοπικῶς κινουμένων ἐκείνων· αἱ δὲ παντελῶς ἐξῃρημέναι σωμάτων οὐδὲ κατὰ συμβεβηκὸς εἰσὶν ἐν τόπῳ οὐδὲ κινεῖσθαι κατὰ τόπον αὐτὰς τῶν ἐνδεχομένων ἐστί. Καίτοι γε καὶ αὐτοὶ τοὺς ἀγγέλους ἀσωμάτους εἶναί φασι, Θεοδώρητος μὲν οὕτω λέγων ἐν οἷς τὰ τῆς παλαιᾶς γραφῆς ἀπορούμενα λύει· ‘τὰ ἀρξάμενα τοῦ εἶναι περιγεγραμμένον ἔχει, δηλονότι τὸ εἶναι. οὐκοῦν καὶ ἀσώματον εἶναι λέγοντες τῶν ἀγγέλων τὴν φύσιν περιγεγράφθαι φαμὲν αὐτῶν τὴν ὑπόστασιν.