Ancient Greek · ~5 min
Page 50
Joannes Philoponus Phil., De opificio mundi 50
Not analysed yet
των λυμανεῖται φύσει τό· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ’ διὰ τοὺς εἰρημένους λογισμούς. κʹ. Ὅτι οὐδὲ κατὰ τὴν τάξιν τῆς κοσμοποιΐας ἐν τοῖς ὕμνοις τὰ ἔργα τοῦ θεοῦ κατηρίθμηται, ὡς νομίζει Θεόδωρος. Ὅτι δὲ οὐδὲ πάντα τὰ τῆς ἀπαριθμήσεως τοῦ ὕμνου κατὰ τὴν τάξιν τῆς κοσμογονίας, ὡς Θεόδωρος νομίζει, πεποίηται καὶ τὰ μὲν σὺν τῷ οὐρανῷ, τὰ δὲ σὺν τῇ γῇ, ἐξ αὐτῶν δῆλον· εἰπὼν γὰρ ὁ προφήτης Δαυίδ· ‘αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη’ ἐπήγαγεν· ‘αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς’ οὐ κατὰ τὴν τάξιν τῆς Μωσαϊκῆς διηγήσεως τὸ φῶς μετὰ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰπών· εἶτα πάλιν ἐπήγαγεν· ‘αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν’ διὰ τὸν ἐν ἀρχῇ γενόμενον οὐρανόν· καίτοι πρὸ πάντων γέγονεν ἐκεῖνος· εἶτα πάλιν εἰπών· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι’ προσέθηκε· ‘πῦρ χάλαζα χιὼν κρύσταλλος πνεῦμα καταιγίδος’ τὴν φυσικὴν τάξιν οὐ φυλάξας· ταῦτα γὰρ τῶν ὑπὲρ τὴν γῆν ὑπάρχουσιν, μόνος δὲ κρύσταλλος ἐν γῇ πήγνυται. Ἀλλὰ καὶ ὁ ἐν τῇ καμίνῳ τῶν παίδων ὕμνος τοῦτο διδάσκει· εἰπόντες γάρ· ‘εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον’ ἐπήγαγον· ‘εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον’· καίτοι δρόσος μὲν περὶ γῆν,