Ancient Greek · ~5 min
Page 49
Joannes Philoponus Phil., De opificio mundi 49
Not analysed yet
ἐντὸς εἶναι ἢ ἐκτὸς τοῦ οὐρανοῦ οὐδὲ τοῦ αἰσθητοῦ κόσμου εἶναι μέρη. Εἰ δὲ πολλάκις καὶ οὐρανίους αὐτοὺς καλοῦμεν καὶ τῶν οὐρανῶν δυνάμεις, ξένον οὐδέν, ὅτε καὶ θεῷ τὸν οὐρανὸν ἀφορίζομεν καὶ οὐράνιον αὐτὸν καὶ ἐπουράνιον καλοῦμεν. ὡς οὖν λειτουργοὺς θεοῦ τοὺς ἀγγέλους, ἔνθα τὸν θεὸν ὑποπτεύουσιν εἶναι οἱ ἄνθρωποι ἢ κατά τινα λέγουσιν ὑπόνοιαν εὐσεβῆ, ἐκεῖ συμπαρεῖναι καὶ τοὺς λειτουργοὺς αὐτοῦ τίθενται· ἐπεὶ καὶ οἴκους ἱεροὺς ἀφορίζομεν οἱ ἄνθρωποι τῷ θεῷ, πάσης αὐτοὺς κοινότητος χωρίζοντες, καὶ χεῖρας ἐν αὐτοῖς ἐκτείνομεν ὡς παρόντι τῷ θεῷ ἐν εὐχαῖς ὁμιλοῦντες, οἷόν ἐστι τό· ‘ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν κύριον’· τί οὖν θαυμαστόν, εἰ καὶ τῶν ὄντων σωμάτων τὸ τιμιώτατόν τε καὶ καθαρώτατον ἀφορίζουσι τῷ θεῷ τὸν οὐρανόν; διὸ καὶ τὰς χεῖρας εἰς αὐτὸν ἐκτείνουσιν εὐχόμενοι· ποδηγετεῖ γὰρ τοῦτο τὰς παχυτέρας τῶν ψυχῶν διὰ τῆς εἰς τὸν οὐρανὸν τῶν ὄψεών τε καὶ χειρῶν ἐκτάσεως <πρὸς> τὸ οἱονεὶ χωρίζειν ἑαυτοὺς τῶν γηΐνων πάντων καὶ εἰς θεὸν μετεωρίζειν τὸν νοῦν, ἐπεὶ μηδὲ λίαν οἱ πολλοὶ τῶν ὑπερκοσμίων εἰς ἔννοιαν ἐλθεῖν δύνανται. εἰκότως οὖν, ὡς εἶπον, καὶ τοὺς τοῦ θεοῦ λειτουργοὺς ἐν οὐρανῷ φασιν αὐτῷ παρεστάναι τῷ θεῷ, σωματικώτερον ἐκ τῶν ἡμετέρων διατυποῦντες τὰ θεῖα πρὸς τὴν τῶν πολλῶν ὠφέλειαν. τούτων οὖν οὕτως ἐχόντων οὐδὲν τῇ τῶν πραγμά-