Ancient Greek · ~5 min
Page 52
Joannes Philoponus Phil., De opificio mundi 52
Not analysed yet
θεῷ τὸν ὕμνον, καὶ οὐχὶ διελεῖν τὰ ἐκ τῶν οὐρανῶν καὶ τὰ ἐκ τῆς γῆς, ὥς φησι Θεόδωρος, κατὰ τὴν τάξιν τῆς αὐτῶν γενέσεως. οὐκ ἄρα οὐδὲ ἐκ τῆς τάξεως τῶν ἐν τῷ ὕμνῳ παρειλημμένων καὶ τῆς διαιρέσεως ἔσχε τι πιθανὸν πρὸς τὸ ζητούμενον αὐτῷ Θεόδωρος. καʹ. Πῶς εἴρηται τῷ ἀποστόλῳ τό· ‘θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις’. Τὸ αὐτὸ νοείσθω καὶ ἐπὶ τοῦ· ‘θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις’, οὐχ ὡς τῶν ἀγγέλων μέρος ὄντων τοῦ αἰσθητοῦ κόσμου ἢ συγγενομένων αὐτῷ, ἀλλὰ Παύλου τὴν πάλην ἔχοντος ‘οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας’, τὸ θέατρον τῶν ἀγώνων αὐτοῦ συνεστάναι φησὶν οὐκ ἐξ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐξ ἀγγέλων θαυμαζόντων αὐτοῦ τοὺς ἀγῶνας, τοὺς μὲν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἀγγέλων, τοὺς δὲ πρὸς τοὺς ἐπὶ γῆς ἄρχοντας ὑπ' ἐκείνων ἐνεργουμένους, σὺν τοῖς ἀγγέλοις καὶ ἀνθρώπων. εἰ μὴ ἄρα κόσμον λέγει νῦν, περὶ οὗ εἶπεν ὁ κύριος· ‘ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται’ καὶ πρὸς τοὺς μαθητάς· ‘ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου’ καὶ ‘ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν’, κόσμον λέγων τὸ σύστημα τῶν πονηρῶν ἀνθρώπων τε καὶ δαιμόνων,