Ancient Greek · ~5 min
Page 53
Joannes Philoponus Phil., De opificio mundi 53
Not analysed yet
ὧν εἰσί τινες πονηροὶ κοσμοκράτορες· τούτῳ οὖν τῷ κόσμῳ θέατρον γέγονεν ὁ Παῦλος πρὸς ἑκάτερον γένος τούτων, ἀνθρώπους τε καὶ δαίμονας, ἀνταγωνισάμενος, οὓς ἀγγέλους εἶπεν κατὰ τό· ‘ἀποστολὴν δι' ἀγγέλων πονηρῶν’ καὶ τὸ ‘πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ’· καὶ Πέτρος· ‘εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν κολαζομένους τηρεῖν’· καὶ Ἰούδας· ‘ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλ' ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν’. τοῦτο οἶμαι καὶ τὸ ἀποστολικὸν δηλοῦν· ‘οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν’. πολλοῖς δὲ καὶ ἄλλοις κατασμικρύνει τὴν φύσιν τῶν ἀγγέλων, ἵνα μετρίως εἴπω, Θεόδωρος, οἷς ἐνασχολεῖσθαι οὔτε πρόκειται ἡμῖν οὔτε ἀναγκαῖον. κβʹ. Ὅτι ἐξηγούμενος Θεόδωρος τό· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς’ ἀνθρωπίνην φωνὴν δίδωσι τῷ θεῷ καὶ τοῖς ἀγγέλοις τὸ τῶν φωνῶν αἰσθητήριον, ὧν εἰς ὑπήκοον λαλῆσαι τὸν θεόν, καὶ ὡς ἄτοπος ἡ τοιαύτη ὑπόνοια. Οὐκ ἄχρηστον δὲ ἴσως ἐκ πολλῶν ἀτοπημάτων ἑνὸς μνησθῆναι, ὃ περὶ τῶν ἱερῶν δυνάμεων καὶ αὐτοῦ τοῦ θεοῦ, μικρὰ περὶ αὐτοῦ φρονῶν καὶ ἀνθρώπινα, Θεόδωρος εἰπεῖν ἐτόλμησεν. ‘ἐπὶ μὲν γὰρ