Ancient Greek · ~4 min
Page 55
Joannes Philoponus Phil., De opificio mundi 55
Not analysed yet
ἀγγέλων φωνήσαντος τοῦ θεοῦ, οὐκοῦν καὶ σωματικὴν ἀκοὴν τὸ τῶν φωνῶν αἰσθητήριον διδότω τοῖς ἀγγέλοις καὶ διάλεκτον ἐθνικὴν τῷ θεῷ, καθ' ἣν φθέγξασθαι πάντως αὐτὸν ἐρεῖ τὸν θεὸν διὰ φωνητικῶν ὀργάνων, ἀρτηρίαν τε τραχεῖαν ἕξει καὶ ὑπερῴαν καὶ γλῶσσαν καὶ ὀδόντας καὶ τὰ λοιπά, δι' ὧν εἰς λέξεις αἱ φωναὶ σχηματίζονται· ἴσως καὶ τῷ ἀποστόλῳ συγχρήσεται μάρτυρι· ‘ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων’ οὐκ εἰδὼς ὑπερβολὴν εἶναι τὸ σχῆμα καὶ ὑπόθεσιν, ὡς εἰ καὶ γλῶσσα καὶ διάλεκτος ὑπῆρχεν ἀγγέλοις· οἷόν ἐστι· ‘κἂν ἐγώ, κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω’· οὔτε γὰρ αὐτὸς τοῦτο ποιεῖν ἤμελλεν ὁ εἰπών· ‘οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν’ οὔτε αἱ λειτουργικαὶ τοῦ θεοῦ δυνάμεις, οἱ ‘δυνατοὶ ἰσχύϊ καὶ τὸν λόγον αὐτοῦ ποιοῦντες’, οἱ ‘εἰς διακονίαν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν’ τοῦτο δρᾶν ἤμελλον. ἀλλ' εἰ καὶ τοῦτό τις [φησιν] ὑπόθοιτο γίγνεσθαι, εἰ καὶ παρὰ ταύτας ἑτέρας δυνάμεις δημιουργεῖσθαί τις συγχωρή-