Ancient Greek
Page 56
Joannes Philoponus Phil., De opificio mundi 56
Not analysed yet
σειεν, ἴσως δὲ καὶ πρὸς ἀσφάλειαν τῶν ἀκουόντων, ἐπειδήπερ καὶ ‘αὐτὸς ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός’· εἰ οὖν ἀσώματος καὶ νοερὰ τῶν ταγμάτων ἐκείνων ἐστὶν ἡ οὐσία, οὐδὲν τῶν ἡμετέρων ἔχουσιν αἰσθητηρίων· διὸ κυρίως ἐπ' αὐτῶν ἔστιν εἰπεῖν τό· ‘νοῦς ὁρῇ καὶ νοῦς ἀκούει’· ταῦτα δὲ πάντα, καθὰ φθάσας εἶπον, διασκεύασται τῷ Μωϋσεῖ πρὸς τὴν τῶν ἀνθρώπων ὠφέλειαν, οὓς πρῶτον εἰς θεογνωσίαν ἀγαγεῖν ἔσπευδεν οὔπω συνιέναι δυναμένους, πῶς ἅμα τῇ περὶ τοῦ γενέσθαι ὁτιοῦν νοήσει τοῦ θεοῦ τὰ πράγματα γίνεται ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενα· οὐ μόνον δὲ γῆν καὶ οὐρανὸν παρήγαγε μόνῳ τῷ βούλεσθαι ὁ θεός, ἀλλὰ καὶ τῶν λοιπῶν ἕκαστον· οἷον καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ πρὸς πίστιν ἐγένετο τοῦ ὅτι αὐτὸς εἴη ὁ λόγῳ τὸ πᾶν δημιουργήσας· ‘θέλω’, φησί, ‘καθαρίσθητι’· ‘ὡς ἐπίστευσας γενηθήτω σοι’ ἅμα τῇ βουλήσει γινομένου τοῦ πράγματος. τὸ οὖν· ‘εἶπεν ὁ θεός· γενηθήτω φῶς καὶ ἐγένετο φῶς’ οὐδὲν ἕτερον ἢ τὴν ἔννοιαν τοῦ θεοῦ καὶ τὴν βούλησιν τὴν περὶ τοῦ γενέσθαι τὸ φῶς, ἐσήμανεν. ὅπερ καὶ Δαυὶδ ἐδίδαξε λέγων· ‘αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν’ διὰ μὲν τοῦ ‘εἶπεν’ τὴν τοῦ θεοῦ νόησιν, διὰ δὲ τοῦ