Ancient Greek · ~5 min
Page 61
Joannes Philoponus Phil., De opificio mundi 61
Not analysed yet
θος ἤχους ὑδάτων’ καὶ πάλιν· ‘ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου’. ὃ σαφέστερον ἑτέρωθι γέγραπται· ‘ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου πάσης τῆς γῆς’. ἄνω οὖν ἄβυσσον τὸ ὕδωρ τῶν ὑετῶν εἶπε, κάτω δὲ τὸ τῆς θαλάσσης, ὃ διὰ τῶν ἀτμῶν ἄνω φερόμενον καὶ πυκνούμενον, αὖθις εἰς ὕδωρ παλινδρομεῖ κάτω. βʹ. Διὰ τί ἀόρατον εἶναι τὴν γῆν ὁ Μωϋσῆς εἴρηκεν, καὶ πῶς τὴν τάξιν τῶν στοιχείων παρέδωκεν. Ἀόρατον δὲ τὴν γῆν ἔφη διὰ τὸ πανταχόθεν ὑπὸ τῶν ὑδάτων καλύπτεσθαι, οὔπω δοχείων ἐν γῇ γενομένων εἰς ἃ τὸ ὕδωρ ἔδει συρρεῖν. ὅτι γὰρ διὰ τοῦτο καὶ μόνον ἀόρατον αὐτὴν ἐκάλεσεν, ἔδειξε μετὰ τὴν τοῦ φωτὸς καὶ τοῦ στερεώματος γένεσιν εἰπὼν ὁ θεός· ‘συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά’ ὡς δὴ μηδὲ μετὰ τὴν τοῦ φωτὸς γένεσιν ὁρωμένης τῆς γῆς διὰ τὸ τῷ πλήθει τῶν ὑδάτων πανταχόθεν καλύπτεσθαι. ὅσον γὰρ ἐπὶ τῷ μὴ εἶναι φῶς, οὐδὲ ὁ οὐρανὸς οὐδὲ τὸ ὕδωρ ἑωρᾶτο· ὁ δὲ ἀήρ, ἀχρωμάτιστος ὤν, καὶ φύσει ἐστὶν ἀόρατος· καὶ ἁπλῶς δίχα φωτὸς οὐδενὸς ἡ ὄψις ἀντιλαμβάνεται. διαφανὲς μὲν γάρ ἐστι καὶ τὸ ὕδωρ, ἀλλὰ παχύτερον ἀέρος, δι' ὅπερ ἐν τῷ πλήθει τῶν ὑδάτων οὔτε τὸ φῶς ἀκριβῶς