Ancient Greek · ~6 min
Page 60
Joannes Philoponus Phil., De opificio mundi 60
Not analysed yet
αʹ. Ὅτι τὴν τῶν στοιχείων θέσιν καὶ τάξιν καὶ τὸν ἀριθμὸν ἐδίδαξε Μωϋσῆς. Πρὸ τῆς κατὰ μέρος τῶν προκειμένων ἐξετάσεως θεωρητέον, πῶς καὶ νῦν τὴν φυσικὴν τῶν στοιχείων τάξιν ἐφύλαξε Μωϋσῆς. τεσσάρων γὰρ ὄντων δύο μέν ἐστι βαρέα, γῆ καὶ ὕδωρ, κοῦφα δὲ τὰ λοιπὰ δύο, πῦρ καὶ ἀήρ. ἀλλ' ὕδατος μὲν [ἡ] γῆ βαρυτέρα, πῦρ δὲ κουφότερον ἀέρος, δι' ὅπερ γῆ μὲν ὑφιζάνει τῷ ὕδατι, ἀέρος δὲ τὸ πῦρ ὑπεράλλεται. ἐν ἑκατέρᾳ δὲ συζυγίᾳ τὸ ξηρὸν τῆς ὀξυτέρας κινήσεώς ἐστιν αἴτιον, τῇ γῇ μὲν τῆς ἐπὶ τὸ κάτω, τῷ πυρὶ δὲ τῆς ἐπὶ τὸ ἄνω· τοῦτο γὰρ ἡμῖν ἐν τῷ περὶ τῶν ῥοπῶν σπουδάσματι δέδεικται· δι' ὅπερ ἡ μὲν γῆ τὴν κατωτάτω πάντων εἴληφε χώραν, δευτέραν δὲ μετ' αὐτὴν τὸ ὕδωρ, καὶ τῶν κούφων ἀνωτάτω μὲν ἀκολούθως ἐστὶν τὸ πῦρ, μέσος δὲ τούτου καὶ τοῦ ὕδατος ὁ ἀήρ, ᾗ μέν ἐστιν ὑγρὸς ὕδατι συμφωνῶν, ᾗ δὲ θερμὸς τῇ πυρώδει τοῦ ὑπεκκαύματος φύσει. Εἰπὼν οὖν ὁ προφήτης· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’ τῶν λοιπῶν τὴν ἐν μέσῳ νῦν παρέδωκε τάξιν διὰ τοῦ· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος’ σκότος μὲν λέγων, ὡς ἔφθην εἰπών, τὸν ἐσκοτισμένον ἀέρα μήπω γενομένου φωτός, ἄβυσσον δὲ τὴν ὅλην τῶν ὑδάτων σύστασιν. ὅτι δὲ τοῦτό ἐστιν ἄβυσσος, ὁ ψαλμὸς ἔδειξεν εἰπών· ‘ἐταράχθησαν ἄβυσσοι, πλῆ-