Ancient Greek · ~5 min
Page 63
Joannes Philoponus Phil., De opificio mundi 63
Not analysed yet
φύσιν ἐδήλωσεν. ἐξ ἐκείνης γὰρ τοὺς ἀνέμους ὁ Ἀριστοτέλης συνίστησιν. οὐδὲ γὰρ ἀέρος χεῦμα καὶ ῥεῦμα καθ' Ἱπποκράτην ἐθέλει τοὺς ἀνέμους εἶναι, ἀλλ' ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἔχειν τὴν γένεσιν. καὶ πολύς ἐστιν τοῦτο δεικνύς. ὥστε διὰ μὲν τοῦ εἰπεῖν· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου’ τὸν ἀφώτιστον ἀέρα δηλοῖ—ἐν αὐτῷ γὰρ τότε σκότος καὶ τὸ ἀντικείμενον αὐτῷ συνίσταται φῶς—διὰ δὲ τοῦ· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος’ τὸ ὑπέκκαυμα, ἐξ οὗ τῶν πνευμάτων ἡ φύσις. Ἀλλ' ἀντικεῖσθαι δοκεῖ τὸ εἰπεῖν ἐπάνω τοῦ ὕδατος· ἐπιπολάζει γὰρ τὸ ὑπέκκαυμα τῷ ἀέρι, οὐχὶ τῷ ὕδατι. ἢ οὖν διὰ τὴν ὑγρὰν τοῦ ἀέρος φύσιν ὕδωρ καὶ αὐτὸν ὀνομάζει συνεχῆ ὄντα τῷ ὕδατι καὶ ὅτι ῥᾳδία καὶ διηνεκὴς τῶν δύο τούτων στοιχείων, ὕδατός τε καὶ ἀέρος, ἡ εἰς ἄλληλα μεταβολή, ἢ ὅτι κάτωθεν ἑκατέρα τῶν ἀναθυμιάσεων ἄνεισιν, ἡ ἀτμιδώδης τε καὶ ἡ καπνώδης. ἔστιν δὲ ἡ μὲν ἀτμὶς ἀρχὴ καὶ ὁδὸς εἰς γένεσιν ἀέρος, ἡ δὲ καπνώδης ἐκ τῆς γῆς συνεστῶσα, ξηρά τε οὖσα καὶ θερμή, τοῦ ὑπεκκαύματος· καὶ οὕτως ἡ τῶν στοιχείων ἁπάντων πληροῦται τάξις μετὰ τὸν ἀέρα φερομένου τοῦ πνεύματος. Εἰ δὲ καὶ αὐτῷ λέγει τῷ ὕδατι καὶ τὸ σκότος ἐπεῖναι καὶ τὸ πνεῦμα ἐπιφέρεσθαι, θαυμαστὸν οὐδέν. ἄνω γὰρ συνισταμένη τῶν ἀνέμων ἡ φύσις μέχρι γῆς καὶ ὕδατος ἐν ταῖς καταιγίσι μάλιστα φέρεται. τότε