Ancient Greek · ~5 min
Page 64
Joannes Philoponus Phil., De opificio mundi 64
Not analysed yet
δὲ ὑποβρυχίου ἔτι τῆς γῆς οὔσης μόνῳ τῷ ὕδατι καὶ ὁ ἀὴρ ἐπῆν καὶ τὸ πνεῦμα ἐπεφέρετο, συμφώνως τῇ ἀστάτῳ τοῦ πνεύματος κινήσει τοῦ ‘ἐπεφέρετο’ εἰρημένου. ἀληθὲς οὖν καὶ τὸν ἀέρα καὶ τὰ πνεύματα, τὸν μὲν ἐπάνω εἶναι τοῦ ὕδατος, τὰ δὲ ἐπιφέρεσθαι τούτῳ, ἵνα ἐκ τοῦ μέρους τοῦ πλησιάζοντος ἡμῖν διὰ τῶν πνευμάτων τὴν ὅλην τοῦ ὑπεκκαύματος διδάξῃ φύσιν. μήποτε δὲ διὰ τοῦ εἰπεῖν τὸ μὲν σκότος ἐπάνω τῆς ἀβύσσου εἶναι, τουτέστιν τῶν ὑδάτων, τὸ δὲ πνεῦμα ἐπιφέρεσθαι ἐπάνω τοῦ ὕδατος, διὰ τοῦ δὶς τὴν ‘ἐπὶ’ πρόθεσιν παραληφθῆναι σημαίνοι ἂν ἴσως τὸ ἐπιφέρεσθαι τὸ πνεῦμα τῷ ὄντι ἐπάνω τοῦ ὕδατος, τουτέστι τῷ ἀέρι· καὶ οὕτω πάλιν διὰ πάντων τὸ ἀκριβὲς τῆς Μωϋσέως φυσιολογίας συνέστη. γʹ. Ὅτι οὐδενὸς τῶν λοιπῶν στοιχείων ἡ γένεσις ἀμνημόνευτος ἔμεινε, καὶ ὡς οὐ τὸν ἀέρα μόνον ἀλλὰ καὶ τῶν δημιουργημάτων ἕκαστον τοῦ θεοῦ εἶναί φησιν ἡ γραφή. Ἐνταῦθα δέ τις οὐκ ἀκόμψως ἐπέστησεν, ὡς ἐπειδή φησιν εἰπών· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’ τὰ ἐν μέσῳ τούτων ὡς συμπεριειλημμένα τοῖς ἄκροις σεσίγηκε· καὶ τούτων, φησί, νῦν ὡς ὑπὸ θεοῦ γενομένων ἐμνήσθη εἰπών· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος’, τουτέστι τὸ ὑπὸ θεοῦ γενόμενον· οὕτω γὰρ εἴρηκε πνεῦμα θεοῦ, ὡς