Ancient Greek · ~5 min
Page 93
Joannes Philoponus Phil., De opificio mundi 93
Not analysed yet
ἀργεῖν προσέταξεν ὁ θεός, ἀφ' ἑσπέρας τῆς παρασκευῆς ἀρχομένοις τῆς ἀργίας’. οὐδὲ τοῦτο ἀπόδειξιν ἔχει τοῦ προηγεῖσθαι τῆς ἡμέρας τὴν νύκτα. τοῦτο γὰρ ποιεῖν προσετάχθησαν διὰ τὸ τῶν ἡγιασμένων προκαθαίρεσθαι ἡμερῶν. διὸ καὶ τῷ ὄρει Σινᾷ προσιέναι μελλόντων οὕτω Μωϋσεῖ προσέταξεν ὁ θεός· ‘καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐναντίον παντὸς τοῦ λαοῦ’. καὶ μετ' ὀλίγα· ‘κατέβη δὲ Μωϋσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια καὶ εἶπεν τῷ λαῷ· ‘γίγνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί’. καὶ πῶς τοῦ θεοῦ δύο εἰρηκότος ἡμέρας Μωϋσῆς τρεῖς ἁγνισθῆναι τὸν λαὸν εἶπεν; ἢ δῆλον ὅτι καὶ τὴν τρίτην ἁγνοὺς διαμεῖναι κελεύει, τιμῶν τὴν ἡμέραν, ἐν ᾗ παραγέγονεν ὁ θεός; καὶ γὰρ ἡ προκάθαρσις δι' αὐτὴν γέγονε. κατὰ τὴν αὐτὴν οὖν ἀκολουθίαν καὶ πρὸ τοῦ σαββάτου τὴν μετὰ τὴν παρασκευὴν ἁγνιζόμενοι νύκτα ἐπ' αὐτὸν προῆλθον τοῦ σαββάτου τὸν ἁγνισμὸν καθαροὶ καθαρῷ προσερχόμενοι. Θέασαι τοίνυν, ὅτι καὶ ἐν τῷ Σινᾷ δύο ἡμέρας ἁγνισθῆναι κελεύσας ὁ θεὸς καὶ τῇ τρίτῃ κατιέναι ἐπαγγειλάμενος, ἐπειδὴ ἡμέρα ἦν, ἐν ᾗ τὸ κέλευσμα γέγονε, δύο τοῦ προαγνισμοῦ δεδήλωκεν ἡμερονύκτια,