Ancient Greek · ~5 min
Page 92
Joannes Philoponus Phil., De opificio mundi 92
Not analysed yet
νυκτὸς καὶ οὐχὶ τῷ μηκέτι ὄντι· ὅθεν ἀκολούθως ἐπιφέρεται· ‘καὶ ἐγένετο ἑσπέρα’, ὅπερ ἐστὶ τὸ τέλος τοῦ φωτός, ‘καὶ ἐγένετο πρωΐ’, ὅπερ ἐστὶν τὸ πέρας τῆς μετὰ τὸ φῶς νυκτός, ‘ἡμέρα μία’. καὶ οὐδεμία λοιπὸν ἀνάγκη μετὰ τῶν πραγμάτων ἀντιστρέφειν καὶ τὰ ὀνόματα. Ὅτι δὲ οὐ τὸ αὐτὸ ἦν, κἀντεῦθεν δῆλον· τὸ νυκτερινὸν σκότος ἀντιφραττομένου τοῦ φωτὸς ὑπὸ τῆς γῆς συνίσταται· ἐκεῖνο δὲ μηδ' ὅλως γενομένου φωτὸς παρυπέστη· διόπερ καὶ ἀφεγγέστατον ἦν καὶ οὐ τὸ αὐτὸ ἦν ἄρα τῷ τὴν νύκτα ποιοῦντι σκότῳ. ψυχρὸν δὲ καὶ διὰ τὸ εἰπεῖν τὸν ἀπόστολον Παῦλον· ‘νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα’ προηγεῖσθαι λέγειν καθόλου τῆς ἡμέρας τὴν νύκτα· ὡς γὰρ ἐν νυκτὶ κατὰ τὸ εἰκὸς γενομένου τοῦ ναυαγίου τῷ Παύλῳ—ὅπερ ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει διὰ τοὺς ἐν νυκτὶ χειμῶνας καὶ τὴν ἐκ τοῦ σκότους ἄγνοιαν—αὐτήν τε τὴν νύκτα καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἐν τῷ βυθῷ μείνας ὁ Παῦλος ἀκολούθως εἶπεν· ‘νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα’. εἰ γὰρ ἐν ἡμέρα ἦν ναυαγήσας καὶ ἐπισυνῆψε τὴν νύκτα, ἔλεγεν ἄν· ‘ἡμερονύκτιον ἐν τῷ βυθῷ πεποίηκα’. ιθʹ. Ὅτι οὐδὲ τὸ ἀπὸ τῆς ἑσπέρας τῆς παρασκευῆς ἀργεῖν τοὺς Ἰουδαίους, διὰ τοῦτο τὴν νύκτα ἐκείνην τῷ σαββάτῳ λογιστέον· προαγνισμὸς γάρ ἐστι· καὶ τούτου πλεῖσται μαρτυρίαι ἀπὸ τῆς ἁγίας γραφῆς. ‘Ἀλλὰ καὶ τοῖς Ἰουδαίοις’ φησί ‘τὸ σάββατον