Ancient Greek · ~5 min
Page 95
Joannes Philoponus Phil., De opificio mundi 95
Not analysed yet
νηστεύομεν, καὶ πρὸ τῶν ἁγίων ἡμερῶν καὶ τῆς τῶν θείων μυστηρίων μεταλήψεως καθαρεύομεν. μὴ καθαρῷ γὰρ ἅπτεσθαι καθαροῦ λίαν ἀθέμιτον, καὶ ‘ὁ ἀναξίως ἐσθίων καὶ πίνων κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει’. μετὰ δὲ τὰς ἑορτὰς καὶ τὰς ἡγιασμένας τῶν ἡμερῶν οὔτε νηστεία οὔτε ἄλλη τις προστέτακται τῶν τοιούτων παρατηρήσεων, πλὴν τοῦ μὴ ἁμαρτάνειν. Ἀλλὰ καὶ ἑτέραν ἀπόδειξιν, ὡς οἴεται, Θεόδωρος προστίθησι ταύτην. κʹ. Ὅτι καὶ ἐκ τῆς ἀναστάσεως τοῦ Χριστοῦ τὴν μετὰ τὸ σάββατον νύκτα τῇ κυριακῇ λογίζεται Θεόδωρος, μὴ ἐπιστήσας τῇ ἀκριβείᾳ τῶν τοῦ Ματθαίου ῥημάτων μηδὲ συμβαλὼν αὐτὸν τοῖς λοιποῖς. ‘Καὶ ἡμεῖς γὰρ’ φησί ‘τὴν τῆς ἁγίας ἀναστάσεως ἑορτὴν ἐπιτελοῦμεν ἀφ' ἑσπέρας πεπληρωμένου μὲν τοῦ σαββάτου, ἀρχομένης δὲ τῆς νυκτὸς τὴν τῆς ἀναστάσεως λογιζόμεθα ἡμέραν· ὥστε τὸν τῆς νυκτὸς ἐκείνης καιρὸν καὶ τὸν τῆς ἐπιλαμβανούσης ἡμέρας τῆς ἑορτῆς ἡμέραν λογίζεσθαι, ὡς μίαν οὖσαν, ἀρξαμένην μὲν ἀφ' ἑσπέρας, παυσαμένην δὲ εἰς τὰς μετὰ τὴν ἡμέραν δυσμὰς ἡλίου’. Οὐκ ἐπέστησεν, ὡς ἔοικε, Θεόδωρος τῇ ἀκριβεῖ τῶν λέξεων τῶν εὐαγγελικῶν σημασίᾳ. ὁ μὲν γὰρ Ματθαῖος οὕτως εἴρηκεν· ‘ὀψὲ δὲ σαββάτων τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶ ἰδοὺ