Ancient Greek · ~6 min
Page 96
Joannes Philoponus Phil., De opificio mundi 96
Not analysed yet
σεισμὸς ἐγένετο μέγας. ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· ‘μὴ φοβεῖσθε ὑμεῖς. οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπεν. δεῦτε ἴδετε τὸν τόπον, ὅπου ἔκειτο ὁ κύριος, καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν. καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν’. καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ’. Ὀψὲ σαββάτων εἰπὼν τὴν περατοῦσαν νύκτα, τὸ σάββατον ἐδήλωσεν. καὶ γὰρ δείλην ὀψίαν καλοῦμεν τὸ πέρας ἤδη τῆς δείλης, καὶ δείλην πρωΐαν τὴν ἀρχὴν τῆς δείλης. ὀψὲ οὖν σαββάτων περὶ τὸ πέρας τοῦ σαββάτου· ποῖον δέ ἐστι τοῦτο, σαφῶς ἐδήλωσε Ματθαῖος ἐπαγαγὼν ‘τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων’, ὥστε τὸν αὐτὸν καιρὸν πέρας μὲν εἶναι σαββάτου, ἀρχὴν δὲ τῆς μιᾶς τῶν σαββάτων, ἐν ᾗ τὴν παρουσίαν τῶν γυναικῶν καὶ τὸν σεισμὸν καὶ τὴν τοῦ ἀγγέλου κάθοδον καὶ τὴν ἀνάστασιν τοῦ δεσπότου Χριστοῦ ὁ εὐαγγελιστὴς διηγήσατο. ἐπ' αὐτῶν γὰρ τῶν γυναικῶν ὅ τε σεισμὸς καὶ ἡ παρουσία τοῦ ἀγγέλου καὶ ἡ τοῦ λίθου γέγονεν ἀποκύλισις, διὸ καὶ πάντων φοβηθέντων πρὸς αὐτάς φησιν ὁ ἄγγελος·