Ancient Greek · ~5 min
Page 98
Joannes Philoponus Phil., De opificio mundi 98
Not analysed yet
ἀλεκτοροφωνίαν ἀρχὴν εἶναι τῆς ἐπιούσης ἡμέρας ὁρίζονται τοῦ ἡλίου πλησιάζοντος ἤδη τῷ ἀνατολικῷ ὁρίζοντι, ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν ὁ ἑωσφόρος εἴληχεν, ὁ τὴν ἕω φέρων. ἀλλὰ καὶ ἡ τῶν ἀλεκτόρων φωνὴ τὴν παρουσίαν ὅσον οὔπω τοῦ ἡλίου μηνύει. καὶ γὰρ τοὔνομα αὐτοῖς ἐτέθη διὰ τὸ τῶν λέκτρων ἡμᾶς ἐγείρειν· διὸ καὶ ὁ ἥλιος ‘ἠλέκτωρ’ ἐκλήθη. καʹ. Πῶς ἂν τὸ ὑπόδειγμα τοῦ Ἰωνᾶ σωθείη, τὸ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῷ τάφῳ καὶ τῷ ᾅδῃ μεῖναι τὸν κύριον, <καὶ> ὅτι κατὰ Θεόδωρον οὐ σῴζεται. Οὕτω δὲ καὶ τρεῖς ἀποπληροῦνται νύκτες καὶ ἡμέραι τρεῖς τῆς εἰς τὸν ᾅδην τοῦ κυρίου καθόδου κατὰ τὸ ὑπόδειγμα τοῦ Ἰωνᾶ. πρώτη μὲν οὖν ἡμέρα τοῦ δεσποτικοῦ θανάτου τὸ μετὰ τὴν ἐνάτην ὥραν γενόμενον τῆς παρασκευῆς φῶς ἐν ὥραις τρισίν· εἶτα τὸ σάββατον· τρίτη δὲ ἡ ἀρχὴ τῆς μιᾶς τῶν σαββάτων, ἐν ᾗ εἰς τὸ μνημεῖον τῶν γυναικῶν ἐλθουσῶν ἡ τοῦ κυρίου γέγονεν ἀνάστασις. αἱ δὲ τρεῖς νύκτες ἀναποδιζόντων οὕτω συμβαίνουσιν· ἡ τοῦ σαββάτου νὺξ καὶ ἡ τῆς παρασκευῆς μετὰ δύσιν ἡλίου, καὶ τὸ μετὰ τὸν σταυρὸν ἀπὸ ἕκτης ὥρας μέχρις ἐνάτης ἐκλείψαντος τοῦ ἡλίου σκότος, ἐν ᾧ καὶ γέγονεν ὁ τοῦ κυρίου θάνατος, ὅπερ Ἀμῶς ὁ προφήτης ἡλίου δύσιν ὠνόμασεν οὕτως εἰπών· ‘καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει