Ancient Greek · ~5 min
Page 97
Joannes Philoponus Phil., De opificio mundi 97
Not analysed yet
’μὴ φοβεῖσθε ὑμεῖς’ καὶ τοῦ Χριστοῦ τὴν ἀνάστασιν αὐταῖς εὐαγγελίζεται· ἐν ταύτῃ γὰρ τὰ εἰρημένα σημεῖα γέγονε καὶ οὔτε πρὸ τῆς ἀναστάσεως οὔτε μετ' αὐτήν· ὥσπερ γὰρ ἐπὶ τοῦ πάθους ἅμα τῇ ἐκπνοῇ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη καὶ ὁ σεισμὸς γέγονε καὶ τῶν μνημείων ἀνοιχθέντων πολλοὶ τῶν κεκοιμημένων ἁγίων ἀνέστησαν, οὕτως ἀκόλουθόν τε καὶ ἀναγκαῖον καὶ ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει τοῦ δεσπότου Χριστοῦ ἅμα τόν τε σεισμὸν γενέσθαι πάλιν καὶ τὴν τοῦ ἀγγέλου κάθοδον καὶ τὴν τοῦ λίθου ἀποκύλισιν, ἵνα τοῖς βουλομένοις ἐξῇ λοιπὸν τὰ ὀθόνια, οἷς ἐντετύλικτο, κείμενα θεωμένοις τῇ ἀναστάσει τοῦ κυριακοῦ πιστεύειν σώματος, μεγίστην ἐχούσῃ ταύτης ἀπόδειξιν. Ὅτι δὲ τὸ ‘τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων’ τὴν ἀρχὴν λέγει τῆς κυριακῆς, ἐν ᾗ γέγονεν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ Χριστοῦ, σαφῶς ὁ Ἰωάννης ἐδίδαξεν εἰπών· ‘τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης’· ἣν γὰρ εἶπε Ματθαῖος ‘τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων’, σαφέστερον ὁ Ἰωάννης εἶπεν· ‘πρωῒ μιᾷ τῶν σαββάτων, σκοτίας ἔτι οὔσης’· ὡς γὰρ τὸ ὀψὲ σαββάτων τὸ τῆς νυκτὸς τοῦ σαββάτου πέρας δηλοῖ, οὕτω τὸ πρωῒ μιᾷ τῶν σαββάτων τὴν ἀρχὴν τῆς κυριακῆς σημαίνει. τίς δέ ἐστιν ἡ ἀρχή; ‘σκοτίας’ φησίν ‘ἔτι οὔσης’· τὴν γὰρ ἀνατολὴν τοῦ ἑωσφόρου καὶ τὴν