Ancient Greek · ~3 min
1 to 10
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-10-10
Not analysed yet
ἱδρύμενος· ὁ ἑδραζόμενος προπαροξύνεται, ἱδρυμένος· ὁ ἀφιερωθεὶς βαρύνεται. ἴδου· τὸ προστακτικὸν ῥῆμα, θέασαι βαρύνεται, ἰδού· τὸ ἐπίρρημα ὀξύνεται. Ἱέρων· τὸ κύριον παροξύνεται, ἱερῶν· ὁ ἀνατεθημένος, ἡ μετοχὴ περισπᾶται. Ἴνδος· ὁ ποταμὸς Ἰνδίας παροξύνεται, Ἰνδός· τὸ ἐθνικὸν ὀξύνεται. ἴον· τὸ ἄνθος παροξύνεται καὶ διὰ τοῦ ο μικροῦ γράφεται, ἰών· ἡ μετοχὴ ὀξύνεται καὶ διὰ τοῦ ω μεγάλου. Ἵππων· τὸ κύριον παροξύνεται, ἱππῶν· τὸ περιεκτικὸν περισπᾶται. Ἶρις· ἡ πεποικιλμένη ζώνη καὶ ἡ θεὸς προπερισπᾶται, ἰρίς· τὸ μυρεψικὸν εἶδος ὀξύνεται. Ἴρος· ὁ προσαίτης παροξύνεται, †ἰρός†· ὁ θαυμαστὸς ὀξύνεται. Ἴσχυς· τὸ κύριον παροξύνεται, ἰσχὺς δὲ τὸ προσηγορικὸν ὀξύνεται. Ἰωνία· ἡ χώρα παροξύνεται, †ἰωνία· ὁ τόπος τῶν Ἰώνων βαρύς†