Ancient Greek · ~6 min
1 to 21
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-11-21
Not analysed yet
κάλος· ὁ σχοῖνος, λέγεται δὲ καὶ τὸ ξύλον ἐξ οὗ καὶ καλοπόδιον ὁ ξυλινὸς πούς, παροξύνεται, καλὸς δὲ τὸ ἐπίθετον ὀξύνεται. κάκη· ἡ ἀσθένεια, ἡ †κακῶς† παροξύνεται, κακή· τὸ ἐπίθετον, ἡ πονηρὰ ὀξύνεται. καθαίρων· ὁ ἀφανίζων καὶ καθαρίζων παροξύνεται, καθαιρῶν· ὁ καταστρέφων. κάμπη· ὁ σκώληξ τῶν λαχάνων, καμπή· ἡ ἀπόκαμψις. Κάνθος· τὸ κύριον παροξύνεται, κανθός· ἡ θρὶξ τοῦ βλεφάρου ὀξύνεται. Καίνη· ἡ πόλις τῆς Πελοποννήσου παροξύνεται, καινή· ἡ νέα ὀξύνεται. Καλλισθένης· τὸ κύριον παροξύνεται, καλλισθενής· τὸ ἐπίθετον ὀξύνεται. Κόμμων· τὸ κύριον παροξύνεται, κομμῶν· ἀντὶ τοῦ κοσμῶν περισπᾶται. Κήρ· ἡ θανατηφόρος μοῖρα ὀξύνεται, κῆρ· ἡ ψυχὴ περισπᾶται. κρείων· ὁ βασιλεὺς παροξύνεται καὶ διὰ διφθόγγου ει γράφεται, κριόν· τὸ ζῷον ὀξύνεται καὶ διὰ τοῦ ι πρὸς αἰτιατικήν. κίων· ὁ στῦλος παροξύνεται, κιών· ὁ πορευθεὶς ὀξύνεται. Κίρ<ρ>α· πόλις τῆς Φωκίδος παροξύνεται, κιρ<ρ>ᾶ· ἡ πυρ<ρ>οειδὴς περισπᾶται. κρίνων· ὁ δικάζων παροξύνεται, κρινῶν δὲ ὁ τόπος τῶν κρίνων περισπᾶται. Κούριον· πόλις Κύπρου διὰ τοῦ ι καὶ προπαροξύνεται, κουρεῖον· ὁ τόπος ἐν ᾧ κείρονται διὰ διφθόγγου καὶ <προ>περισπᾶται. Κούρικος· τὸ ἐμπόριον προπαροξύνεται, κουρικός· τὸ ξύλινον σκεῦος ὀξύνεται Κουρίκος· πόλις Κιλικίας παροξύνεται Κόρωνος· τὸ ὄρος προπαροξύνεται, κορωνός· ὁ ἀγκὼν ὀξύνεται. κρότων· τὸ προσηγορικὸν παροξύνεται, κροτῶν· ἡ μετοχὴ περισπᾶται, Κρότων· ἡ πόλις καὶ τὸ ζῷον παροξύνεται. κύριος· ὁ δεσπότης προπαροξύνεται, Κυριός· τόπος Μακεδονίας ὀξύνεται. κύων· τὸ ζῷον παροξύνεται, κυῶν· ἡ μετοχὴ περισπᾶται. κύρτος· τὸ ἁλιευτικὸν πλέγμα παροξύνεται, κυρτός· τὸ ἐπίθετον ὀξύνεται. Κῆρος· ὁ ποταμὸς προπερισπᾶται, κηρός· ὁ συνεγνωσμένος ὀξύνεται.