Ancient Greek
1 to 7
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-9-7
Not analysed yet
θάμβος· ἡ ἔκπληξις βαρύνεται, θαμβός· ὁ ἐκπεπληγμένος ὀξύνεται. θέρμη· ἡ θερμότης βαρύνεται, θερμή· ἡ διάπυρος ὀξύνεται. θέα· ἡ ὅρασις παροξύνεται, θεά· ἡ θεὸς ὀξύνεται. θεότοκος· ὁ ἐκ θεοῦ τεχθεὶς προπαροξύνεται, θεοτόκος· ἡ θεὸν τεκοῦσα παροξύνεται. Θήρων· τὸ κύριον παροξύνεται, θηρῶν· ἡ μετοχὴ περισπᾶται. Θύρσος· τὸ κύριον παροξύνεται, θυρσός· τὸ στέμμα ὀξύνεται. θάλος· τὸ βλάστημα βαρύνεται, θαλλός· ὁ κλάδος ὀξύνεται.