Ancient Greek · ~3 min
1 to 13
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-12-13
Not analysed yet
Λάμπρα· ἡ πόλις παροξύνεται, λαμπρά· ἡ ἐπίσημος ἡμέρα ὀξύνεται. Λάθων· ποταμὸς παροξύνεται, λαθῶν· ἡ μετοχὴ περισπᾶται. λάρος· τὸ ὄρνεον παροξύνεται, λαρός· ὁ ἡδὺς ὀξύνεται. Λάκων· τὸ ἐθνικὸν παροξύνεται, λακών· ἡ μετοχὴ ὀξύνεται. Λεύκη· νῆσος τῆς Μυσίας καὶ κώμη Ἀραβίας καὶ εἶδος δένδρου παροξύνεται, λευκή· τὸ ἐπίθετον ὀξύνεται. Λήναιος· τὸ κύριον προπαροξύνεται, Ληναῖος· ὁ Διόνυσος προπερισπᾶται. Λιπάρη· νῆσος Σικελίας παροξύνεται, λιπαρὴ δὲ ἡ εὔτροφος ὀξύνεται. Λέπτη· ἡ ἄκρα παροξύνεται, λεπτή· τὸ ἐπίθετον ὀξύνεται. λιθότομος· ὁ ὑπὸ λίθων τμηθεὶς προπαροξύνεται, λιθοτόμος· ὁ λίθους τέμνων παροξύνεται. Λυσίας· ὁ Ἀθηναῖος ῥήτωρ παροξύνεται, Λυσιάς· τόπος Ἀρκαδίας ὀξύνεται. Λῶτος· τὸ κύριον προπερισπᾶται, λωτός· τὸ ἄνθος ὀξύνεται. †λῶβος· ἐπὶ τοῦ ὀσπρίου προπερισπᾶται, λωβός· τὸ ἐπίθετον ὀξύνεται. Λεῦκος· ὄνομα ἥρωος προπερισπᾶται, λευκός· τὸ ἐπίθετον ὀξύνεται.