Ancient Greek · ~1 min
1 to 6
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-18-6
Not analysed yet
ῥίγιον· τὸ φοβερόν, ῥιγίον· τὸ ῥῖγος, καὶ Ῥήγιον· ὄνομα τόπου, καὶ ῥήγιον τὸ βεβαμμένον ἱμάτιον ἐξ οὗ λέγεται καὶ ῥηγεῖς οἱ βαφεῖς. ῥίνη· τὸ θαλάττιον, ῥινή· τὸ χαλκευτικὸν ἐργαλεῖον. Ῥίπη· ἡ πόλις παροξύνεται, ῥιπὴ δὲ ἡ πνοὴ ὀξύνεται. Ῥόδιος· τὸ ἐθνικόν, Ῥοδίος· ποταμὸς Τρωάδος. Ῥύμος· ποταμὸς Σκυθίας ῥυμός· ὁ τῆς ἁμάξης. Ῥόδων· τὸ κύριον βαρύνεται, ῥοδών· τὸ περιεκτικὸν ὀξύνεται.