Ancient Greek · ~3 min
1 to 14
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-19-14
Not analysed yet
Σάρων· δαίμων θαλάσσιος καὶ Σαρώνιον πέλαγος, σαρῶν· ὁ κοσμῶν γῆν περισπᾶται. Σίμων· τὸ κύριον παροξύνεται, σιμῶν· ἡ μετοχὴ περισπᾶται. Σίνων· τὸ κύριον παροξύνεται, σινῶν· ὁ βλάπτων περισπᾶται. σῖμος· ὁ ἰχθὺς προπερισπᾶται, σιμός· τὸ ἐπίθετον ὀξύνεται. Σηρίκη· χώρα Σκυθίας, Σηρικὴ δὲ τὸ ἐθνικὸν ὀξύνεται. Σίγηλος· τὸ κύριον, ὁ Νάρκισος, σιγηλὸς δὲ ὁ σιωπηλός. σκῶπος· ὄρνεον, σκοπός· ὁ ὑψηλὸς τόπος. σπάθη· τὸ ξίφος, σπαθή· τὸ ναυτικὸν ξύλον. Σπάρτη· ἡ πόλις, σπαρτή· ἡ ἐσπαρμένη. στένων· ὁ στενάζων, στενῶν δὲ ὁ στενοχωρῶν περισπᾶται. σταφύλη· τεκτονικὸν σκεῦος, σταφυλή· ἡ κιονὶς καὶ ὁ καρπός. στρατεία· τὸ ἀξίωμα ἀπὸ τοῦ στρατεύω διὰ διφθόγγου, στρατιά· τὸ πολεμικὸν ὀξύνεται καὶ διὰ τοῦ ι γράφεται. στίλβον· τὸ λάμπον, στιλβόν· τὸ λαμπρόν. σύνεργον· τὸν συντεχνίτην καὶ συγκάμνοντα, συνεργὸς δὲ ὁ βοηθὸς ὀξύνεται.