Ancient Greek · ~3 min
1 to 15
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-20-15
Not analysed yet
Τάρσος· χῶρα Κιλικίας, ταρσός· ὁ κτεὶς τοῦ ποδός. τένων· ὁ τράχηλος παροξύνεται, τενῶν· ἡ μετοχὴ περισπᾶται. Τίμων· τὸ κύριον παροξύνεται, τιμῶν· ἡ μετοχὴ περισπᾶται. τίνες· τὸ ἐρωτηματικὸν παροξύνεται, τινές· τὸ διηγηματικὸν ὀξύνεται. †τίφον· τὸ λέγον† παροξύνεται, τιφῶν· ἡ μετοχὴ περισπᾶται. τηλέσκοπος· ὁ πόρρωθεν βλεπόμενος, τηλεσκόπος· ὁ πόρρωθεν βλέπων. τόμος· ὁ χάρτης ὁ τεμνόμενος παροξύνεται, τομός· ὁ τμητικὸς ὀξύνεται. τρίτων· τὸ προσηγορικόν, τριτῶν· ἡ μετοχὴ περισπᾶται. τρόχος· εἶδος παιγνίου τρεχόμενον, τροχός· ὁ κύκλος ὁ κυλιόμενος. τρεῖς· ὁ πληθυντικὸς ἀριθμὸς διὰ διφθόγγου, τρίς· τὸ ἐπίρρημα τὸ ἀριθμητικὸν διὰ τοῦ ι καὶ ὀξύνεται. Τρύφων· τὸ κύριον παροξύνεται, τρυφῶν· ἡ μετοχὴ περισπᾶται. τυράς· ὁ τυροπώλης ὀξύνεται, Τύρας· τὸ κύριον ποταμοῦ Σαρματίας παροξύνεται. Τύρος· ἡ πόλις παροξύνεται, τυρός· γάλα πεπηγὸς τὸ προσηγορικὸν ὀξύνεται. Τύχων· ὁ περὶ τὴν Ἀφροδίτην θεός, τυχών· ἡ μετοχή. τύφων· ὁ καίων παροξύνεται, Τυφών· ὁ δράκων ὀξύνεται.