Ancient Greek · ~2 min
1 to 6
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-21-6
Not analysed yet
ὑακίνθια· οἱ λίθοι προπαροξύνεται, Ὑακινθία· ἡ ἑορτὴ παροξύνεται. ὑδρεία· ἡ ὕδρευσις ἀπὸ τοῦ ὑδρεύω ῥήματος ἐξ οὗ καὶ διὰ διφθόγγου γράφεται, ὑδρία· τὸ ἀγγεῖον διὰ τοῦ ι. ὑδροφόρια· τὰ σκεύη προπαροξύνεται, Ὑδροφορία δὲ ἡ ἑορτὴ βαρύνεται. ὑδρόφορος· ὁ ἐπὶ τὰ ὕδατα προπαροξύνεται, ὑδροφόρος· ὁ τὸ ὕδωρ βαστάζων βαρύνεται. ὕεια· τὰ κρέα μετουσιαστικὸν εἴρηται, ὑεικόν· τὸ δέρμα. ὕω· τὸ βρέχω, ὑῶ· τὸ τέκνω περισπᾶται.