Ancient Greek · ~3 min
1 to 11
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-28-11
Not analysed yet
βίος· ἡ ζωὴ παροξύνεται, βιός· τὸ τόξον ὀξύνεται. βρότος· τὸ ἐκ τῆς μάχης μίασμα παροξύνεται, βροτός· ὁ ἄνθρωπος ὀξύνεται. βασίλεια· ἡ βασίλισσα καὶ τὸ κύριον προπαροξύνεται, βασιλεία· ἡ ἀρχὴ παροξύνεται. βάτος· ἡ ἄκανθα καὶ εἶδος ἰχθύος παροξύνεται, βατός· ὁ βάσιμος τόπος ὀξύνεται. βίκος· τὸ σπέρμα παροξύνεται, βικός· τὸ ἀγγεῖον ὀξύνεται. Βῆλος· τὸ κύριον προπερισπᾶται, βηλός· ὁ βατὴρ ὀξύνεται. βλῆχρον· ἡ βοτάνη προπερισπᾶται, βληχρόν· τὸ ἀσθενὲς ὀξύνεται. Βαῖος· τὸ κύριον προπερισπᾶται, ὁ τὴν Ἀλεξάνδραν <γράψας> «Βαίου δὲ κάμψας τοῦ κυβερνήτου τάφον» (Lycophr. 694), βαιός· ὁ μικρὸς ὀξύνεται. Βίων· τὸ κύριον παροξύνεται, βιῶν· ἡ μετοχὴ περισπᾶται. βοών· ἡ φυλακὴ παρ' Ἀλεξανδρεῦσιν ὀξύνεται, βοῶν· ἡ μετοχὴ καὶ τῶν ζῴων περισπᾶται. βρύων· ἡ μετοχὴ παροξύνεται, Βρυῶν· ὁ αἰγιαλὸς Κυρήνης περισπᾶται.