Ancient Greek · ~2 min
1 to 7
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-29-7
Not analysed yet
γαῦλος· ὁ εὐαπάτητος προπερισπᾶται, γαυλός· τὸ ποιμενικὸν ἀγγεῖον εἰς ὃ δέχονται τὸ γάλα ὀξύνεται. Γέλων· τὸ κύριον παροξύνεται, γελῶν· ἡ μετοχὴ περισπᾶται. Γλαῦκος· τὸ κύριον καὶ ὁ ἰχθὺς προπερισπᾶται, γλαυκός· ὁ ὀφθαλμός, τὸ τριγενὲς ὀξύνεται. Γλαύκη· τὸ κύριον παροξύνεται, γλαυκή· ἡ γλαυκόφθαλμος ὀξύνεται. Γαλάτια· τὸ κύριον, ἔστι δὲ ὄνομα Νηρηΐδος, προπαροξύνεται, Γαλατία· ἡ χώρα παροξύνεται. Γαλήνη· τὸ κύριον καὶ τῆς θαλάσσης παροξύνεται, γαληνή· ἡ ἥσυχος ὀξύνεται. Γεραῖος· τὸ ἐθνικὸν προπερισπᾶται, γεραιός· ὁ πρεσβύτερος ὀξύνεται.