Ancient Greek · ~6 min
1 to 24
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-36-24
Not analysed yet
κακή· τὸ ἐπιθετικόν, ἡ πονηρὰ ὀξύνεται, κάκη· ἡ ἀσθένεια ἢ κακία παροξύνεται. κρίνων· ὁ δοκιμάζων, ἡ μετοχὴ παροξύνεται, κρινών· ὁ τόπος ἐν ᾧ τὰ κρίνα ὀξύνεται. κίων· ὁ στῦλος παροξύνεται, κιών· ὁ πορευόμενος ὀξύνεται. κύρτος· τὸ ἁλιευτικὸν πλέγμα παροξύνεται, κυρτός· ὁ ἐπισινὴς ὀξύνεται. κῆρ· ἡ ψυχὴ περισπᾶται, Κήρ· ἡ θανατικὴ μοῖρα ὀξύνεται. κάμπη· ὁ τῶν λαχάνων σκώληξ παροξύνεται, καμπή· ἡ ἀπόκαμψις ὀξύνεται. Κρῖος· τὸ κύριον προπερισπᾶται, κριός· τὸ προσηγορικὸν ὀξύνεται. Κούρικος· τὸ ἐμπόριον προπαροξύνεται, κουρικός· τὸ ξύλινον σκεῦος ὀξύνεται. Κούριον· ἡ πόλις προπαροξύνεται, κουρεῖον· ὁ τόπος ἐν ᾧ κείρονται προπερισπᾶται. καθαίρων· ὁ ἀφανίζων παροξύνεται, καθαιρῶν· ὁ καταστρέφων περισπᾶται. Καλλισθένης· τὸ κύριον παροξύνεται, καλλισθενής· τὸ ἐπίθετον ὀξύνεται. Κροτών· ἡ πόλις καὶ ὁ φθεὶρ τοῦ κυνὸς ὀξύνεται, κροτῶν· ἡ μετοχὴ περισπᾶται. κάλος· ἡ σχοῖνος παροξύνεται, κάλλος· ἡ μορφὴ ὁμοίως παροξύνεται, καλός· ὁ ἀγαθὸς ὀξύνεται, καλῶς· τὸ τῆς μεσότητος ἐπίρρημα περισπᾶται. κόμπος· ἡ ἀλαζονία παροξύνεται, κομπός· ὁ ἀλαζὼν ὀξύνεται. Κλεῖτος· τὸ κύριον προπερισπᾶται, κλειτός· τὸ ἐπίθετον ὀξύνεται. κρίνω· ὁ ἐνεστὼς παροξύνεται, κρινῶ· ὁ μέλλων περισπᾶται. κύων· τὸ ζῷον παροξύνεται, κυῶν· ἡ μετοχὴ περισπᾶται, κυῶ γὰρ τὸ ῥῆμα. Κάνθος· τὸ κύριον παροξύνεται· συνεστρατεύσατο δὲ οὗτος τοῖς Ἀργοναύταις, κανθός· ἡ θρὶξ τοῦ βλεφάρου ὀξύνεται. κύριος· τὸ ἐπίθετον προπαροξύνεται, Κυριός· τόπος Μακεδονίας ὀξύνεται. Κίρρα· τὸ κύριον παροξύνεται, κιρρά· ἡ πουρροειδὴς ὀξύνεται. Καίνη· πόλις τῆς Πελοποννήσου παροξύνεται· ἔστι δὲ καὶ ἀκρωτήριον τῆς Αἰολίδος, καινή· ἡ νέα ὀξύνεται. Κόρωνος· τὸ ὄρος προπαροξύνεται, κορωνός· ὁ ἀγκὼν ὀξύνεται. Κῆρος· ὁ ποταμὸς Ἀρμενίας προπερισπᾶται, κηρός· ὁ συνεγνωσμένος ὀξύνεται.